καὶ θρίον δρίοϲ καὶ κρίνον κρίνοϲ. ἔνθεν καὶ κρίνεϲι παρ’ Ἀριϲτοφάνει καὶ παρὰ Ποϲειδίππῳ τὸ τῆϲ ἐλαίαϲ δένδρον» καὶ πάλιν παρ’ Ἀριϲτοφάνει «τὰ δὲ δὴ δένδρη τἀν τοῖϲ ὄρεϲιν » καὶ τὸ πύον πύοϲ λέγεται καὶ ἡ χρῆϲιϲ παρὰ τῷ Ἱπποκράτει· οὕτωϲ οὖν καὶ μέγαρον μέγαροϲ. ζητεῖται τὸ παρὰ τῷ Ϲώφρονι «κύων πρὸ μεγαρέων
μέγα ὑλακτέων » (fr. 37 Ahr.) οὐ γὰρ ἐπὶ τῆϲ πόλεωϲ τὰ Μέγαρα ὁ Μεγαρεύϲ καὶ οἱ Μεγαρεῖϲ τῶν Μεγαρέων, ἀλλ’ ἀντὶ τοῦ πρὸ σἴκων· καὶ γὰρ δῆλον ὅτι πρὸ οἴκων ὑλακτοῦϲιν οἱ κύνεϲ. ἔϲτιν οὖν ἀπὸ τοῦ μέγαροϲ μεγάρεοϲ ὡϲ βέλεοϲ καὶ ὡϲ βελέων οὕτωϲ μεγαρέων. τὸ γὰρ ἐπὶ τοῦ οἱ Μεγαρεῖϲ τῶν Μεγαρέων ο διαιρεῖται ὡϲ τοῦτο.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.