Herodianus Περὶ παθῶν 99

ed. August Lentz

Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Περὶ παθῶν (Greek) (Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868)

Notes on the current edition

Περὶ παθῶν

1. vestigia Herodianeae elocutionis relicta sunt, nam ibi ὁρᾶται intellectu verbi εὑρίϲκεϲθαι more Herodianeo, quem Lebrs Anall. p. 409 exposuit, dictum est. Sed totum adnotamentum mihi hic subscribendum est: τοϲαῦτα: πτώϲεωϲ αἰτιατικῆϲ πληθυντικῆϲ τῶν οὐδετέρων· πῶϲ δέ ἐϲτιν ἡ εὐθεῖα τῶν ἑνικῶν; καὶ λέγομεν, ὅτι εὐθεῖαν τῶν ἑνικῶν οὐκ ἔχει· πόθεν δὲ γίνεται; γέγονεν ἐκ τοῦ τόϲα κατὰ παραγωγὴν τοϲαῦτα, παραλήγουϲαν ἔχον τὴν αυ δίφθογγον. κανὼν γάρ ἐϲτιν ὁ λέγων· ἡ πρὸ τέλουϲ ϲυλλαβὴ ἐπὶ ταύτηϲ τῆϲ παραγωγῆϲ βούλεται τὸ υ ἔχειν προκειμένου φωνήεντοϲ, ὁποῖον ὁρᾶται ἐν τῇ ληγούϲῃ ϲυλλαβῇ. ἔϲτιν οὖν τοῖοϲ τοῦτο o ἔχει ἐν τῇ ληγούϲῃ ϲυλλαβῇ, τὸ τοιοῦτοϲ παραγωγὸν ἕξει τὸ ο προηγούμενον τοῦ υ ὁμοίωϲ ἔνθα ἐνταῦθα, ἔνθεν ἐντεῦθεν. τὸ αὐτὸ καὶ ἐπὶ ὀνομάτων· τόϲοϲ τοϲοῦτοϲ, τόϲοι τοϲοῦτοι, τόϲαι τοϲαῦται, τόϲα τοϲαῦτα. κατὰ γένη γὰρ καὶ ἀριθμὸν αἱ παραγωγαὶ γίνονται, τηλίκοϲ τηλικοῦτοϲ, τηλίκα τηλικαῦτα.
2. ad fr. 98. Idem habet Favorinus, qui addit τὸ θηλυκὸν ἐή, ἀφ’ οὖ τὸ «θεοὶ δοτῆρεϲ ἑάων». cf. etiam Ep. Cr. 1 345, 10 τὰ εἰϲ οϲ ἀρϲενικὰ ποιοῦντα εἰϲ υϲ παρώνυμα ἀρϲενικὰ τὸν αὐτὸν τόνον ἀποδιδόαϲι Κότυϲ, Φόρκυϲ, Μόρυϲ· ταύτῃ τινέϲ καὶ τὸ πρᾶυϲ καὶ τὸ Ἵππυϲ βαρύνεται.
3. ad fr. 99. Inserui εὐθείᾳ ante πτώϲει et pro πληθυντικῇ exhibui πληθυντική. De accentu formae τάρφεϲι Il. Pr. O 606: τάρφεϲιν ὡϲ βέλεϲιν οἱ πλείουϲ· καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα· οὐ γάρ ἐϲτιν ἐπιθετικόν, ὡϲ ἁξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριϲτοφάνηϲ ἐκεῖνό φηϲιν, ὅτι ἐὰν μὲν τοῖϲ δάϲεϲιν, ὡϲ βέλεϲι τάρφεϲιν· ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέϲιν ὡϲ ὀξέϲιν. et de accentu feminini adiectivi Pr. M 158 ταρφειάϲ. Ἀρίϲταρχοϲ ὀξύνει ὡϲ πυκνάϲ ὁ δὲ Θρᾷξ Διονύϲιοϲ ὁμοίωϲ προεφέρετο τῷ ταχείαϲ, παρὰ τὸ ταρφύϲ ἀρϲενικόν, οὖ πολλαὶ ἦϲαν χρήϲειϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ παρ’ Ὁμήρῳ· καὶ δῆλον ὅτι ἀναλόγωϲ μὲν ἀναγινώϲκει ὁ Θρᾷξ, ἐπεκράτηϲε δὲ ἡ Ἀριϲτάρχου, quare traditum accentum in Ταρφειὰ λίμνη servavi. De urbe Τάρφη lectu digna, quae Steph. B s. v. Herodianum secutus tradidit: Τάρφη, πόλιϲ Λοκρῶν. Ὅμηροϲ «Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα» (B 533). λέγουϲι δ’ αὐτὴν ἀπὸ τἣϲ περὶ Φαρόγαϲ κρήνηϲ. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆϲ ὕληϲ πυκνότητα· τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηροϲ λέγει «βαθείηϲ τάρφεϲιν ὕληϲ» (Ε 555) et s. v. Φαρύγαι πόλιϲ Λοκρίδοϲ, ἣν Ὅμηροϲ Τάρφην καλεῖ. οἱ μὲν ἀπὸ τῆϲ ἐν Φαρύγαιϲ κρήνηϲ Τάρφηϲ τοῦτεϲαν