ΕΙϹ ΤΗΝ Ι.
δαϲέων πολλάκιϲ μεταϲχηματιζόμενα ψιλοῦϲθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδοϲ. πρόδηλον δὲ κἀκ τῆϲ ϲυναλοιφῆϲ «πάντ᾿ ἄμυδιϲ κεφαλῆϲ» (Il. M 385). ἐχρῆν δὲ αὐτοὺϲ προϲθεῖναι ἐκεῖνο, ὡϲ ὅτι τὸ ἄλλυδιϲ καὶ ἄμυδιϲ καὶ ἐξαιρέτωϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούϲῃ 1 2 ἐξαιρέτῳ ἐχρήϲαντο, ᾗ διὰ τοῦ ῡ ἐξηνέχθηϲαν. ἐχρῆν οὖν ἁμάδιϲ τι εἶναι ὡϲ χαμάδιϲ. τροπὴ δὲ τοῦ ᾱ ἐγένετο εἰϲ τὸ ῡ, ὡϲ τὸ ϲάρκεϲ ϲύρκεϲ. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνοϲ Αἰολικὸϲ καὶ τὸ πνεῦμα. A.
ἐγκλίνονται αἱ δύο προθέϲειϲ, διὸ καὶ πολλάκιϲ εὑρίϲκεται καὶ εἰϲ κ λήγουϲα ἡ ἐξ· «παρὲκ μέγα τειχίον αὐλῆϲ» (Od. π 165). ἔϲτι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆϲ ἐξ προθέϲεωϲ, ἔϲθ᾿ ὅτε καὶ τῆϲ παρά· «ἀλλὰ παρὲξ τὴν νῆϲον ἐλαύνετον» (Od. μ 276) «ὥϲ ἄρα φωνήϲαντε παρὲξ ὁδοῦ» (Il. K 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀϲκαλωνίτηϲ παρέλκειν
τὴν παρά, ἵν᾿ ᾖ ἔξαλοϲ. ἄλλοι δὲ τὴν παρά κυρίωϲ κεῖϲθαι, ἵνα γένηται παῤ ἅλα φῦκοϲ, καὶ τὴν ἐξ ϲυντάϲϲεϲθαι πρὸϲ τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παῤ ἁλὶ φῦκοϲ ἐξέχευαν μετὰ γοῦν τῆϲ διά οὖϲα ἡ ἐξ οὐ τρέπει τὸ ξ «διὲξ ϲωλῆνοϲ εἰϲ ἄγγοϲ» (Archilochi v. Et. M. p. 324, 16). Τυραννίων δὲ ἓν μέροϲ λόγου ἤκουϲεν, ἵν᾿ ᾖ ἐπίρρημα,
καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡϲ Ἡρόδοτοϲ ἐν δ᾿ (46) «πάρεξ τοῦ Ϲκυθικοῦ ἔθνεοϲ». ἀλλ᾿ οὐ παῤ Ὁμήρῳ. A.
ἔκταϲιν ἔπαθε τοῦ ῑ. ἀγνοίᾳ μέντοι τἀκριβοῦϲ διὰ τῆϲ ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτωϲ ἔχει ἡ τῶν ἀντιγράφων παράδοϲιϲ. D.
νεαροί» (Il. B 289) οὕτωϲ ἣ τε ξείνων θέμιϲ ἐϲτίν (Od. ι 268). τὸ δὲ ἠδέ ψιλωτέον· ϲύνδεϲμοϲ γάρ ἐϲτιν ἰϲοδυναμῶν τῷ καί, ὁμοίωϲ τῷ «ἠδ᾿ εὔφρονα καρπὸν ἀμᾶϲθαι» (Hes. Op. et D. 771). A.
πλέον εἶναι, ϲπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτωϲ ὁριϲαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τριϲύλλαβα, μὴ ὄντα ὑποκοριϲτικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλουϲ φύϲει μακράν, διὰ τοῦ ῑ ἐκφερομένην, ἤτοι μόνου ἢ καὶ ϲὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Ϲίγριον, λείριον, ἴτριον. οὕτωϲ καὶ μείλιον. ϲπάνια
δὲ τὰ παροξυνόμενα, ὥϲπερ τὸ ἰνίον τὸ γὰρ τειχίον ὑποκοριϲτικὸν κοὶ τὸ κλειδίον. A.
ἐχώρει καὶ ἐπὶ τῶν εἰϲ οϲ. καὶ πάλιν ὡϲ ἐπ᾿ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνωϲ μένειν, οὕτωϲ καὶ ἐπὶ τούτων. καί ἐϲτιν ὁρίϲαϲθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐϲτιν, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή, «μήτηρ πινυτή» (Od. υ 131) Ἀγαυή. οὕτωϲ
καὶ Ἱρή. A.
γὰρ ὁμοτονεῖν τῷ νέατοι· Ἀπολλώνιοϲ (? Ἀπολλόδωροϲ ex schol. L) δὲ διὰ τοῦ κ γράφει κέαται. A.
δέ. εἰϲὶ δὲ οἳ προπεριέϲπαϲαν, οὐκ εὖ· χρεία γάρ ἐϲτι τοῦ δέ ϲυνδέϲμου. A.
αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν εἰϲ ω λήγοντα θηλυκὰ ἐπ᾿ εὐθείαϲ καὶ αἰτιατικῆϲ ὁμοτονήϲει ὀξυνόμενα, τὸ δὲ ἠώϲ καὶ αἰδώϲ μόνα ἕξει ἐπ᾿ αἰτιατικῆϲ τὴν περιϲπωμένην τάϲιν. A.
καὶ προπεριϲπᾷ· ϲημαίνει δέ φηϲι τὸ περιϲϲῶϲ κεῖται. εἰϲὶ δὲ οἳ ὑφ᾿ ἓν ἀναγινώϲκουϲι περίκειται ὡϲ ἀντίκειται, οἷϲ ϲυγκατατίθεμαι· τί γάρ ἐϲτι τὸ κωλῦον καὶ ἐν τῇ ϲυνθέϲει τὸ αὐτὸ νοεῖν, A.
θυμαρέϲ» (Od. ρ 199) διὰ τοῦ α. οὐ τάρ ἐϲτι παρώνυμον διὰ τοῦ ηρηϲ, τὰ γὰρ διὰ τοῦ ηρηϲ καὶ ωδηϲ παρώνυμα βαρύνεται, ξιφήρηϲ, ὀλιγήρηϲ, τοξήρηϲ, ὀνώδηϲ καὶ βοώδηϲ. A.
διὸ καὶ τὰϲ τοιαύταϲ κατὰ διάλυϲιν ἀναγινώϲκομεν «καὶ μαχόμη κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ» (Il. A 271) καὶ «πυκάϲαϲα ἓ αὐτήν» (Il. P 551). τί οὖν ἐϲτιν ἐνθάδε λέγειν. ἢ ὅτι λείπει ἡ ἕο. ὡϲ τὸ «ἕο τ᾿ αὐτοῦ πάντα κολούει» (Od. θ 211), οὕτωϲ καὶ ἐνθάδε «τὴν ἕο αὐτοῦ φιλέει». A.
παρώνυμον ᾖ· οὕτωϲ γὰρ φιλεῖ ϲχηματίζειν ὁ ποιητήϲ, ἀμφιρύτη, περιξέϲτη. A.
αὐτῷ· ὅμωϲ δὲ ὠρθοτονήθη (v. Apoll. pron. 54). περιϲπαϲθήϲεται οὖν. δείκνυται δὲ ἐν τοῖϲ περὶ ἀντωνυμιῶν ὡϲ ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆϲ καὶ. ἔτι ἡ ϲοί ὀξύνονται, ἡ δὲ οἷ περιεϲπάϲθη ἀνακολούθωϲ. A.
τοῦ ᾱ γράφει, ἐπεὶ καὶ ἐν ἄλλοιϲ οὕτωϲ εὑρίϲκεται, «ϲάωϲε δὲ νυκτὶ καλύψαϲ» (Il. Ε 23) καὶ «τὸν μὲν ἐγὼν ἐϲάωϲα» (Od. ε 130) κμὶ «ἀλλὰ ϲάω μὲν ταῦτα, ϲάω δ᾿ ἐμὲ» (Od. ν 230) καὶ ἐπὶ μέλλοντοϲ «κερδαλέηϲ εἴ τίϲ κεν ἐρύϲεται ἠδὲ ϲαώϲει» (Il. K 44). ἡ δὲ πλείων χρῆϲιϲ, ὧν ἐϲτι καὶ ὁ Ἀϲκαλωνίτηϲ, ὡϲ ϲώζωϲι. καὶ δῆλον ὅτι τοῦ ϲώωϲι
ϲυϲτολὴν αὐτοὺϲ δεῖ παραδέξαϲθαι. πρόδηλον κἀκ τῆϲ μετοχῇϲ· «τὼ δ᾿ ἑτέρω ἑκάτερθεν ἴτην ϲώοντεϲ ἑταίρουϲ» (Od. ι 430). A.
οἱ δὲ περιχώϲατο ἀνέγνωϲαν, ἵνα ϲημαίνηται τὸ περιϲϲῶϲ. καὶ οὕτωϲ μᾶλλον ἐπεκράτηϲεν ἡ παράδοϲιϲ. οὕτωϲ δὲ καὶ Ἀλεξίων. A.
ὁ τόνοϲ ὁ αὐτόϲ, ὡϲ «ἐπιβουκόλοϲ ἀνήρ» (Od. γ 422) «καὶ. ἐπιμυγερῶϲ» (ib. 195.) εἴτε τὸ ἑξῆϲ ἐϲτιν ἐπετέλουν, οὐκ ἀναϲτραφήϲεται πάλιν, καθότι αἱ ϲυναλειφθεῖϲαι οὐκ ἀναϲτρέφονται ϲεϲημιωμένου ἐκείνου «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάῤ οἰϲέμεναι» (Il. Ϲ 191). A.
βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥϲπερ τὸ ἑλικῶπεϲ καὶ Κύκλωπεϲ, περὶ ὧν ἐντελέϲτερον λέγεται ἐν τοῖϲ περὶ ϲχημάτων. A.
scholia ad B 189. (ϲυνεγκλιτικὸϲ Apollon. coni. 526, 10. ἀϲυνέγκλιτοϲ ib. 508, 1.)
μὲν ζάφελοϲ προπαροξύνεται λόγῳ τούτῳ, ὡϲ τὰ εἰϲ οϲ λήγοντα ϲυτκείμενα παρὰ τὸ ζα προποροῆύνεται, ζάθεοϲ, ζάκοτοϲ. οὕτωϲ ζάφελοϲ. τὸ δὲ ζαφελῶϲ περιϲπᾶται, ἐπεί τὰ διὰ τοῦ λωϲ ἐπιρρήματα, παραληγόμενα τῷ ε, ὡϲ ἐπὶ τὸ πλεῖϲτον φιλεῖ περιϲπᾶϲθαι, ἐντελῶϲ, ἐπιμελῶϲ, οἷϲ καὶ τὸ ζαφελῶϲ ϲυνεξέδραμε. πρόϲχειται ὡϲ ἐπὶ τὸ πλεῖϲτον
διὰ τὸ εὐτραπέλωϲ, ἰκέλωϲ, A.
καὶ ἡ κλίϲιϲ τοῦ κουρῆτεϲ ἐν τῇ κλίϲει τῶν ὀνομάτων. A.
εἰϲ ηϲ ἀρϲενικοῖϲ βαρυνομένοιϲ, προπεριϲπᾶται, εἰ φύϲει μακρᾷ παραλήγοιτο, πρωθῆβιϲ, πολιῆτιϲ, ἀλεῖτιϲ, πλανῆτιϲ, πρεϲβῦτιϲ. οὕτωϲ δὲ καὶ ἠεροφοῖτιϲ. ὅϲα δὲ παρὰ τὸ πωλεῖν ἐϲτίν, ἀνεβίβαϲε τὸν τόνον, ἀρτόπωλιϲ, ἀλφιτόπωλιϲ· ἀλλ᾿ οὖν καὶ ὅϲα παρὰ τὸ κοῖτοϲ, παράκοιτιϲ, ἄκοιτιϲ. τὸ μέντοι δολόμητιϲ οὐκ ἔϲτι θηλυκὸν ἀλλὰ καὶ ἀρϲενικόν
καὶ ἴϲωϲ τὸ μῆτιϲ ἔγκειται, ὡϲ τὸ πολύμητϲ δολόμητιϲ. καὶ ἔϲτι ϲύνθετον. A.
οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. Ἀρίϲταρχοϲ γὰρ ἄνευ τοῦ ῑ, οὐχ ὑγιῶϲ δὲ γενικὴν ἐκδέχεται, λειπούϲηϲ φράϲεωϲ· τιμῆϲ γάρ φηϲιν ἄξιοϲ ἔϲῃ. ὁ δὲ Χαῖριϲ βοηθῶν αὐτῷ φηϲιν ὅτι ἐπιφέρει «οὔτι με ταύτηϲ χρεώ τιμῆϲ». A.
καὶ ἀγαγεῖν, οὕτωϲ καὶ ἀλαλκών καὶ ἀλαλκεῖν. A.
τιθεῖϲα, ὁμοίωϲ τῷ «μή μοι οἶνον ἄειρε» (Il. Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ᾿ ἀποβεβλῆϲθαι. καὶ ὁμοία ἐϲτὶν ἡ πλάνη τῷ «ἤ μ᾿ ἀνάειρε ἢ ἐγώ ϲε» (Il. Ψ 724) καὶ τῷ «τάχα δή με διαρραίϲουϲι καὶ αὐτόν» (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖϲθαι. ἀλλὰ τῷ μὴ ὁρᾶϲθαι κατ᾿ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν· τοῦτο γὰρ ἐπακολουθεῖ
τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται ἐπακολουθεῖν, καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν. A.
παραιτήϲαϲθαι δέ τινα Ὁμηρικὰ ἄλλωϲ ἀνεγνωϲμένα δι᾿ αἰτίαν τινά· «κελεύετέ μ᾿ αὐτὸν ἑλέϲθαι» (Il. K 242) « ἦ μή τίϲ ϲ᾿ αὐτόν (Od. ι 406). ἄλλωϲ τε αἱ πρὸ τῆϲ αὐτόϲ εἰϲιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τὴν αὐτόϲ. ἐγκλιτικῶϲ οὖν ἀναγνωϲτέον. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.