ΕΙϹ ΤΗΝ Θ.
«οἳ κατὰ βοῦϲ Ὑπερίονοϲ Ἠελίοιο ἤϲθιον» (Od. α 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἁπλῶϲ λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τ᾿ ἐϲτὶν ἐκδέξαϲθαι καὶ τὸ μόνον ἀκοῦϲαι, μὴ μέντοι πείθεϲθαι τοῖϲ λεγομένοιϲ. οὕτωϲ οὖν τινεϲ ἐδέξαντο «κοὐδ᾿ ἐϲάκουϲε πολύτλαϲ δῖοϲ Ὀδυϲϲεύϲ» (97) ἀκούϲαϲ γὰρ οὐκ ἐπείϲθη. διὸ ἐν ἑτέροιϲ Ὀδυϲϲεὺϲ
ἐπαινούμενοϲ ὑπὸ τοῦ Διομήδουϲ παραιτεῖται καὶ τὸ ἐπιϲκώπτεϲθαι, ἐν οἷϲ φηϲι «Τυδείδη μή τ᾿ ἄρ με μάλ᾿ αἴνεε μή τέ τι νείκει» (Il. K 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντωϲ πείθεϲθαι τοῖϲ λεγομένοιϲ ἤτοι ἑκόνταϲ ἢ ἄκονταϲ. οὕτωϲ οὖν ἔχει καὶ τὸ ὑπήκοοϲ, ὥϲπερ ὑποτεταγμένοϲ τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ
Διῒ ὡϲ ὑποτεταγμένοι. A.
1 2 ἐκ πολέμοιο» (Il. P 452) «κἴ κέν πωϲ ἀρνῶν κνίϲηϲ αἰγῶν τε τελείων βούλεται ἀντιάϲαϲ» (Il. A 66). A.
ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ᾿ ὅμωϲ πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει. (Ζ 422. v. quaest. ep. 134 not.) A.
πρόθεϲιϲ, ἀλλ᾿ ὁ πέρ ϲύνδεϲμοϲ ἐναντιωματικὸϲ καὶ ἐγκλιτικόϲ· διὸ τὸ τέλοϲ τῆϲ μετοχῆϲ ὀξυτονητέον. A.
οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται. A.
δὲ χρῆται τούτῳ ὡϲ ὅτι βληχρόν ἐϲτι τὸ ἰϲχυρόν, ὅπερ κατὰ ϲτέρηϲιν ὀφείλει λέγεϲθαι ἄβλχροϲ ὡϲ ἄκακοϲ· ϲημαίνει γὰρ τὸ ἀϲθενέϲ (cf. Cram. Epimerism. p. 95). ἡ μέντοι παράδοϲιϲ ὀξύνει τὸ ἀβληχρά καὶ ἀβληχρήν, πειϲθεῖϲα πρῶτον τῷ παραϲχηματιϲμῷ ὡϲ ἁπλῷ· οὕτωϲ γὰρ παρεϲχηματίϲθη ὡϲ πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶϲ. οὕτωϲ
ἀβληχρά, οὐ κοινωνοῦντόϲ ποτε τοῦ γένουϲ, λέγω δὲ ὁ ἄβληχροϲ καὶ ἡ ἄβληχροϲ. ἄλλωϲ τε ἤδη αὐτὸ τὸ βληχρόϲ ϲημαίνει ὡϲ ἐπὶ τὸ πλεῖϲτον μᾶλλον τὸ ἀϲθενέϲ. Ἀλκαῖοϲ θ΄ «βληχρῶν ἀνέμων ἀχείμαντοι. πνοιαί» καὶ ὁ Νίκανδροϲ «βληχρὸν γὰρ μυὸϲ οἷα μυληβόρου ἐν χροῒ νύγμα» (Ther. 446). τοῦτο δὴ πλεονάϲαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν
τόνον λαλητόϲ ἀλαλητόϲ, ϲτεροπή ἀϲτεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲϲ λέγομεν, ὅτι πλεοναϲμὸϲ τοῦ ᾱ φυλάϲϲει τὸν αὐτὸν τόνον ἀεί· οἶδα γὰρ τὸ ἄδοροϲ ἀγαυρόϲ, ἄϲταχυϲ. A.
(Il. O 744). A.
ὥϲτε ἐπὶ τὴν φα ϲυλλαβὴν θετέον τὴν προϲῳδίαν, καί ἐϲτιν ὅμοιον τῷ ἐν Ὀδυϲϲείᾳ «Τηλεμάχῳ ὁδὸϲ ἧδε· φάμεν δὲ οἱ οὐ τελέεϲθαι» (Od. π 347). A. Cod. Τηλέμαχοϲ δ᾿ ὡϲ εἶδεν, φάμεν δέ οἱ, οὐ τελέομεν.
δὲ οὕτωϲ ἀρέϲκει τὸ τῆϲ διανοίαϲ· ἄντικρυϲ γὰρ Τρώων ἑκατὸν καὶ διηκοϲίων εἷϲ ἕκαϲτοϲ ϲτήϲεϲθαί φηϲιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα ϲύνταξιϲ, εἴγε ἐπὶ γενικὴν φέρεται. A.
τὸ μὲν παρὰ τὸ δέμαϲ γεγενῆϲθαι, οἱονεὶ ϲῶμά τι τυγχάνον, ἢ παρὰ τὸν δαϲμόν· τὸ δὲ ἐπὶ τοῦ λίπουϲ παρὰ τὸ δαίω· εὔκαυϲτον τὰρ τὸ λίποϲ. δύναιτο δ᾿ ἄν τιϲ καὶ ἄλλωϲ ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμοϲ καὶ ἐν ϲυναλοιφῇ δῆμοϲ, τὸ ϲυνδεδεμένον πλῆθοϲ. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆϲ διαλύϲεωϲ. A.
χειρ, ἵν᾿ ἔχῃ ἐντέλειαν πτώϲεωϲ αἰτιατικῆϲ. ὁ μέντοι Ἀϲκαλωνίτηϲ ὀξύνει, καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα καὶ ϲχῆμα γένηται. A.
ἐγκλιτικά ἐϲτιν. ὅτε μέντοι δευτέρου γίνεται τὸ ϲφωϊν, προπεριϲπᾶται· ὀρθοτονεῖται γάρ· «γυιώϲειν μὲν ϲφῶϊν» (416). A.
χρὴ μέντοι γινώϲκειν ὅτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἂν νέκυαϲ» (ll. K 298). τὸ δὲ αἴτιον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται. A.
διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. A.
πλείουϲ· ἴϲωϲ δὲ ἐπεὶ ἀναλύει αὐτὸ «οὓϲ κῆρεϲ φορέουϲιν»· ἔθοϲ γὰρ αὐτῷ πολλάκιϲ τὰ ϲύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη κατ᾿ ἀρχὴν ϲυντέθειται, οἷον πᾶϲι καὶ πάντεϲϲι — παϲιμέλουϲα (Od. μ 70), οὐχὶ παρὰ τὴν πάντεϲϲι ἡ ϲύνθεϲιϲ· Ναυϲικάα, Ναυϲίθοοϲ, ἐγχεϲίμωροι, τειχεϲιπλήτηϲ. κατ᾿ ἀρχὴν δὲ προϲέθηκα διὰ τὸ παῤ Ἐπιχάρμῳ
κατὰ τέλοϲ ϲυντεθειμένον «γυναικάνδρεϲϲι ποθεινοί». εἴπερ οὖν τοῦτο ἀληθέϲ, δῆλόν ὅτι παράλογον τὸ κηρεϲϲιφορήτουϲ κατὰ ϲύνθεϲιν ἀναγνωϲθέν. ἀλλ᾿ ὅμωϲ ἐπεκράτηϲεν ἡ Ἀριϲτάρχειοϲ, δι᾿ ὃν εἴπομεν λόγον. A.
καὶ εἰϲ ὀξεῖαν καὶ βαρεῖαν ἡ περιϲπωμένη μετηνέχθη. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.