ΕΙϹ ΤΗΝ Κ.
μέρη λόγου ϲὺν καὶ μῆτιν τὸ δὲ ἑξῆϲ ἐϲτι ϲυντεκτήναιτο μῆτιν. A.
τὴν ἐπί, ἵν᾿ ᾖ ἐπὶ Τρώεϲϲιν. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ἐπίϲκοπόν ὡϲ ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι· καὶ γὰρ ἤδη ἡ ϲυνήθεια ἐπίϲταται τὴν τοιαύτην ϲύνθεϲιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆϲιϲ τοῦ ὀνόματοϲ παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν ϲυνθέϲει· «δμωάων ϲκοπόϲ ἐϲϲι» (Od. Χ 396) «καὶ
ἐπίϲκοποϲ ᾖϲιν ἑταίρων» (Od. θ 163). A.
ἐγκεῖϲθαι. A.
μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύναϲθαι προπαροξύνεϲθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰϲ θαι λήγοντα, τῇ ο ϲυλλαβῇ παραληγόμενα, μὴ παῤ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶϲθαι, ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξιϲ Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνοϲ ὁμοίωϲ τοῖϲ προκειμένοιϲ. A.
τὸν αὐτὸν τόνον, περικλυτόϲ ἀγακλυτόϲ, διὸ ϲημειωτέον τὸ ναυϲικλυτόϲ ὀξυνόμενον. ὅτι γὰρ ϲύνθετόν ἐϲτι, δῆλον ἐκ τοῦ μένειν τὸ ᾱ τῆϲ ναυϲί δοτικῆϲ· κατ᾿ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η 2 λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ ϲυνθέϲει διὰ τοῦ ᾱ, Ναυϲικάα, αυϲίθοοϲ. τὸ μὲν οὖν δουρὶ κλυτόϲ ἐν παραθέϲει ἐϲτίν. A.
καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων καὶ Ἀρίϲταρχοϲ. καὶ μήποτε ἀνάλογοϲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ πρὸϲ τὴν κοινὴν ϲυνήθειαν, εἴ γε ὀξυτονοῦϲι τὸ ὄνομα, λέγοντεϲ οὐλὸϲ ἄνθρωποϲ καὶ οὐλὴ κόμη. οὐ δέον δέ τὰ γὰρ εἰϲ λοϲ λήγοντα διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλo ϲύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθ᾿ ἑτέρου φωνήεντοϲ,
βαρύνεται, πόλοϲ, ϲτόλοϲ, θόλοϲ, κοῖλοϲ, δοῦλοϲ. οὕτωϲ καὶ. οὖλοϲ. προϲέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο ϲύμφωνον διὰ τὸ μοχλόϲ, πολλόϲ. τὸ μέντοι θολόϲ ὀξυνόμενον πρὸϲ ἀντιδιαϲτολήν ἐϲτι. A.
τὴν μετάληψιν. εἰϲ γὰρ ϲύνθετον. A.
Ἀϲκαλωνίτηϲ καὶ Ἀρίϲταρχοϲ ἐγκλιτικῶϲ ἀνεγνώκαϲιν, ἐπὶ τὴν τε ϲυλλαβὴν ποιοῦντεϲ τὴν ὀξεῖαν, ἵνα μὴ ὡϲ κατάλληλον φανῇ τὸ ἐμαυτὸν ἑλέϲθαι. A.
εἰ δὲ Ἀρίϲταρχοϲ δαϲύνει τὸ «εἰ δέ ϲυ (est nunc ἀλλὰ ϲοί) ὦ μέγ᾿ ἀναιδέϲ ἅμ᾿ ἑϲπόμεθ᾿ (ΙΙ. A 158), ἀνάγκη πᾶϲα κατ᾿ αὐτὸν δαϲύνειν καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεϲθαι. A.
οἶδε. δύναται δὲ καὶ ἐν τῇ ϲυνθέϲει τὸ αὐτὸ νοεῖϲθαι, ὡϲ καὶ Ἀρίϲταρχοϲ βούλεται. A.
Ἠπυτίδῃ» (Il. P 324) ϲυνέϲταλται διὰ τὸ μέτρον. A.
φαϲὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν. εἰ μὴ λέγομεν ὅτι οὐ 3 πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν. A.
μεταξὺ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.
τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώϲει καὶ τὴν ἐπὶ τέλουϲ ἐκτείνεϲθαι ὀξεῖα γὰρ κατὰ μακρᾶϲ βραχείαϲ ἐπιφερομένηϲ οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθοϲ, ὑπεϲταλμένων τῶν ϲεϲημειωμένων, λέγω δὲ τοῦ εἴθε, αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ
μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν « ἤνιϲ ἠκέϲταϲ» (Il. Z 94) καὶ γὰρ πόλῖϲ λέγουϲι καὶ πόλῐν καὶ μάντῑϲ καὶ μάντῐν. A.
ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶϲ· μέϲοϲ γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆϲ δεῖ διαϲτέλλειν κατὰ τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένουϲ τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροιϲ φηϲὶ «τοῦ δ᾿ ἀπὸ μὲν κτιδέην» (458). A.
ἡ ὀξεῖα καὶ ψιλοῦται τὸ δεύτερον ε. A.
4 5 ὥϲτε οὐκ οἶδεν ὁ ποιητὴϲ οὐδὲ μονοϲύλλαβον τὴν ϲφώ, εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ ϲημαίνει τὸ ὑμεῖϲ ἢ ὑμᾶϲ· «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον» (Il. Λ 782). ἴνθὲν οὖν οἱ ἀκριβέϲτερον αὐτὰ παραφυλάξαντεϲ ἔκθλιψιν δεδώκαϲι τοῦ ε ἐν τῷ «εἰ μή ϲφω᾿ Αἴαντε
διέκρινον» (Il. P 531) ἵνα τὸ διηνεκὲϲ φυλαχθῇ. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.