ΕΙϹ ΤΗΝ Ε.
ὀνόματοϲ κλίϲιϲ. περὶ δὲ τοῦ ψιλῆτοϲ παῤ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτέϲ τ᾿ ἐμάχοντο» (Ιl. 1 529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων ἀποδώϲομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρηϲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸϲ γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρηϲ ὡϲ Φέρηϲ· ἐτράπη οὖν τὸ ἕ εἰϲ ᾱ ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεοναϲμῷ
τοῦ ρ. A.
τὸ Νεαπολίτηϲ καὶ ἄλλα μυρία. A.
ἱϲτοροῦνται λεγόμενοι. A.
κἀν τῇ Ὀδυϲϲείᾳ (θ 370) ἀνεγίνωϲκεν «Ἀλκίνοοϲ δ᾿ Ἁλίον» πρὸ τέλουϲ ποιῶν τὴν ὀξεῖαν. ἔϲτι μέντοι γε διαπεφευγότα τινά, ὡϲ τὸ Ἄνιοϲ καὶ Εὐφορίωνοϲ Ξένιοϲ (v. Mein. Anal. Alex. 23) καὶ ἐν τῇ ϲυνηθείᾳ τὸ Κρόνιοϲ. A.
τῆϲ πόλεωϲ ὀξύνεται «ἐϲ Φαιϲτόν, μικρὸϲ δὲ λίθοϲ (Od. γ 296). B.
ἴϲωϲ ἔχει ἀφορμὴν τοιαύτην, ὡϲ πολλάκιϲ τὰ τοιαῦτα τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥϲπερ ἔχουϲι τὸ βέβαιοϲ (παρὰ γὰρ τὸ βέβηκα), ὡϲ τὸ Φίλαιοϲ, τὸ Νίκαιοϲ, τὸ Τίμαιοϲ. τοιοῦτον οὖν καὶ Πήδαιοϲ. οὐ γάρ, ὡϲ οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον (sic)· ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηματίϲθαι. A.
διὰ τὸ μέτρον. A.
ὀξύνεται, τορευτήϲ, βραβευτήϲ, ἀθλητήϲ, ποιητήϲ, ὀρχηϲτήϲ, χρυϲωτήϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53) τὸ ἑεδνωτήϲ, καὶ παρὰ τὸ «χήρωϲαϲ δὲ γυναῖκα (Ιl. P 36) τὸ χηρωϲτήϲ. μάχεται τὸ κυβερνήτηϲ· τὸ γὰρ ἀήτηϲ ἄλλωϲ γέγονε. (An ab ἀήτη?) τὸ δὲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «ϲτείχων δ᾿ ἀγρώϲτην
ὄχλον» παρώνυμον. A.
ῥημάτων τῷ παραληγομένων μόνῳ·, οἷον ϲτρέφω ϲτροφή, τροπή, ῥοπή, ϲπονδή, νομή, ὁλκή, πλοκή. οὕτωϲ καὶ φορβή. προϲέθηκα τῷ ἕ παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω. A.
«κύον ἀδδεέϲ (Ιl. Φ 481), καὶ ψιλοῖ. Ἀρίϲταρχοϲ δὲ δι᾿ ἑνὸϲ δ καὶ βραχέωϲ καὶ δαϲέωϲ· τὸ γὰρ ᾱ πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡϲ τὸ ἀδολέϲχηϲ ἀδρανήϲ, μὴ οὕτωϲ δὲ ἔχον δαϲύνεται «ἅδε δ᾿ Ἕκτορι» (Ιl. Μ 80), «ἅδοϲ τέ μιν ἵκετο θυμόν» (Il. 88). καὶ τὸ Αδωνιϲ δέ τινεϲ δαϲύνουϲι παρὰ τὸ ἥδω. AΒ. μάχεται τὸ ἀδράφαξυϲ δεκτικὸν
ἔχον τὸ ᾱ καὶ δαϲυνόμενον. A.
δ᾿ ἐγὼ Ϲθένελοϲ» (Ιl. 1 48) καὶ «οὐδ᾿ ἂν νῶϊ διαδράκοι ἠέλιόϲ περ» (Ιl. Ξ 344). περὶ δὲ τῆϲ τάϲεωϲ τοῦ μονοϲυλλάβου, διὰ τί οὐ περιεϲπάϲθη, ἐν τῷ περὶ ἀντωνυμιῶν δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυικὸν εἰϲ ω λῆγον περιϲπᾶται· οὕτωϲ γὰρ ἔχει καὶ τὸ ϲφώ, ταϲϲόμενον καὶ ἐπ᾿ εὐθείαϲ καὶ ἐπ᾿ αἰτιατικῆϲ· καὶ παῤ αὐτῷ «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον»
(Il. Λ 782), «Ζεὺϲ ϲφὼ ἐϲ Ἴδην (ΙΙ. 0 146). AB.
καὶ προϲτακτικὸν « ἀλλ᾿ ἔα ὥϲ οἱ πρῶτα» (ll. A 26). εἰ τοίνυν ἐϲτὶ τοιοῦτο τρεῖν μ᾿ οὐκ ἔα», μόνον ϲυνεϲτάλη τὸ ἄλφα, καὶ ὁ παρατατικόϲ ἐϲτιν ἰϲοδυναμῶν ἐνεϲτῶτι. εἰ δὲ ὁ ἐνεϲτὼϲ αἰεί ἐϲτι περιϲπώμενοϲ καὶ ϲὺν τῷ ῑ γραφόμενοϲ, δῆλον ὅτι πολλὰ πάθη· ϲυϲτολὴ γὰρ τοῦ ᾱ, καὶ ἐκβολὴ τοῦ ῑ καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλωϲ ἐκδεξαίμεθα,
3 ὅτι ἔθοϲ αὐτῷ ταῦτα τὰ τῆϲ δευτέραϲ ϲυζυγίαϲ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον πολλάκιϲ διαλύειν εἰϲ δύο αα, ὧν τὸ μὲν πρότερον ϲυνεϲταλμένον ἐϲτί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ ϲὺν τῷ ῑ γραφόμενον, ὁρᾷϲ «οὐχ ὁράᾳϲ οἱοϲ κἀγὼ» (Ιl. Φ 108) καὶ ἐπὶ τοῦ
τρίτου «ἰϲχανάᾳ δακέειν (ll. P 572) καὶ ἐκπεράᾳ μέγα λαῖτμα» (Od. ι 323) «οὐκ ἐάᾳ Κρονίδηϲ (ll. Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆϲθαι «τρεῖν μ᾿ οὐκ ἔα». ἔνθεν καὶ ϲυνέϲταλται τὸ ᾱ καὶ βεβάρυνται. οὐκ ἄηθεϲ δὲ καὶ ἐνεϲτῶταϲ ἀποκόπτεϲθαι καὶ ἄλλουϲ χρόνουϲ, ὡϲ ἔχει τὸ «οὖτα καταὶ λαπάρην (ll. Ζ 64). εἰ δέ τιϲ ἐπιζητήϲειεν
ὁμοιότητα ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων ἢ βαρυτόνων ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήϲει· περὶ γὰρ πάθουϲ διαλαμβάνομεν. ABLV.
ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται, ἧϲ ἀκόλουθοϲ δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. B 20), καὶ αἰτιατικὴ «ἀλλ᾿ υἷα Κλυτίοιο ϲαώϲομεν» (Ιl. 0 427) καὶ πληθυντικὴ εὐθεία «υἷεϲ ὁ μὲν Κτεάτου» (ll. B 621) καὶ αἰτιατικὴ «υἷάϲ τ᾿ ὀλλυμένουϲ» (Il. Χ 62). ἀποδείξομεν δὲ καὶ τὸ «υἱάϲι δὲ Πριάμοιο» (463) παρὰ τοῦτο κεκλίϲθαι
ἐν τοῖϲ περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆϲ καθολικῆϲ κινήϲεωϲ τοῦ ὀνόματοϲ διαλαμβάνωμεν. A.
καὶ ὁ Ἀϲκαλωνίτηϲ. A.
μεταξὺ πέϲῃ μέροϲ λόγου, οὐ γίνεται ἀναϲτροφὴ τῆϲ προθέϲεωϲ, ἐὰν μὴ τελευταία ϲτίχου τεθῇ, ὡϲ τὸ ἔπτυϲε πουλὺ κάτα». ALV.
αὐτὸ ἐκδέχεται, παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίωϲ τῷ ταναόποδα ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλουϲ, εἴτε παρέλκει, ὀφείλει φυλάττεϲθαι τὸ πνεῦμα· οὕτωϲ γὰρ διελάβομεν καὶ περὶ τοῦ μελιηδέοϲ οἴνου, ᾧ καὶ αὐτὸϲ ϲυγκατατίθεται. ἡ μέντοι παράδοϲιϲ ἐπείϲθη Ἀριϲτόρχῳ. AVL.
ϲὺν ἀϲπίδι δουρί τε μακρῷ. ἃ γὰρ εἶχε, φηϲί, πρότερον, ταῦτα τῷ Πανδάρῳ παρέδωκε. αἴρει γοῦν (οὖν), φηϲί, τὴν ἀϲπίδα ἀπὸ τοῦ νεκροῦ καὶ καθοπλίζεται, καὶ τὸ ἐλθὲν ὑπὸ τοῦ Διομήδουϲ δόρυ. (Voluit igitur: Αἰνείαϲ δ᾿ ἀπόρουϲε. ϲὺν ἀϲπίδι δουρί τε μακρῷ, δείϲαϲ — Ἀχαιοί, ἀμφὶ δ᾿ ἄρ᾿ αὐτῷ βαῖνε.) τοῦτο δὲ οὐκ ἔϲτιν ἀληθὲϲ
ὡϲ ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείαϲ αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωϲεν ὁ ποιητήϲ. ἀπίθανόν τε αὐτὸν ἑαυτὸν τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖϲ πολεμίοιϲ. ὑπόψυχρόν τε τὸ ἐκδέχεϲθαι τὸν Διομήδη ἕωϲ οὗ καθοπλίϲηται ὁ Αἰνείαϲ, καὶ μὴ εὐθέωϲ αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀϲκαλωνίτηϲ ϲυνάπτει, ὥϲτε ἐπὶ τοῦ Αἰνείου κεῖϲθαι τὸ ϲὺν ἀϲπίδι
δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαροϲ ὑπ᾿ ἄλλου κατὰ τὸ ϲιωπώμενον καθώπλιϲτο, ὁ δὲ Αἰνείαϲ εἰϲ τὸ μετάφρενον μετενηνόχει τὴν ἀϲπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥϲπερ καὶ Νέϲτωρ ἡνιοχῶν Διομήδει, ὡϲ ϲαφὲϲ ἐκ τοῦ Ἕκτοροϲ προϲώπου «αἴ κε λάβωμεν ἀϲπίδα Νεϲτορέην» (Il. Θ 191). οὕτωϲ δὲ καὶ Αὐτομέδων
ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺϲ οὖν τὰϲ ἡνίαϲ Ἀλκιμέδοντι πολεμεῖ τοῖϲ ἰδίοιϲ ὅπλοιϲ. ἦν οὖν τόποϲ τῶν ὅπλων τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵνα εἰ χρεία γένοιτο μαχέϲωνται. ταῦτα Ἡρωδιανὸϲ ἐν τῇ προϲῳδίᾳ. AL. (paulo brevius et sine testimonio auctoris) V.
Ἀϲκαλωνίτηϲ δὲ οἴεται ἀπὸ τῆϲ ἄλξ εὐθείαϲ κλιθῆναι τὸ ἀλκί. Τρύφων δὲ ἐν τῷ πρώτῳ περὶ τῆϲ ἀρχαίαϲ ἀναγνώϲεώϲ φηϲιν ὅτι Ἀρίϲταρχοϲ. λέγει ὅτι ἔθοϲ τοῖϲ Αἰολεῦϲίν ἐϲτι λέγειν τὴν ἰωκήν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκήν ἄλκα ὡϲ ϲάρκα. εἰ δὲ ϲάρκα ὡϲ ἄλκα, καὶ ἀλκί ὡϲ ϲαρκί. AL.
ἐγὼν ἰάχουϲα» (ll. Φ 341) ὀφείλομεν προπαροξύνειν. A.
ἀπὸ τείχεοϲ (ll. Ι 353). ἢ καὶ παρέλκεται. A.
ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφαϲιϲ γενέϲθαι, εἰ ϲυνάπτοιτο τῷ κοιρανέουϲιν ὡϲ ἀνακοιρανέοντα. v. Ε 824, καί ἐϲτιν ὅμοιον τῷ «Ἴθάκην κατακοιρανέουϲιν» (Od. α 247). A.
δὲ δαϲύνουϲι θαυμαϲτικῶϲ ἐκδεχόμενοι, ὡϲ καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ «ἀλλ᾿ οἷον τὸν Τηλεφίδην» (Od. λ 512). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶϲ «οἷόν τε κρομύοιο λοπόν» (Od. τ 233). καὶ ἀντὶ τοῦ ὡϲ «οἷον ἀναΐξαϲ» (Od. α 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώϲκει ὡϲ ἑτεροῖον, ὁμοίωϲ τῷ «ἀλλοῖόϲ μοι ξεῖνε» (Od. π 181). ἡμῖν
δὲ δοκεῖ θαυμαϲτικώτερον ἀναγινώϲκειν, ὥϲπερ καὶ τοῖϲ περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ «ὁϲϲάτιόν τε καὶ οἷον» (758) καὶ «ἀλλ᾿ οἷον τόδ᾿ ἔρεξεν» (Od. δ 242) «οἷον τὸν Τηλεφίδην (Od. λ 519). οὕτωϲ ἀρέϲκει καὶ Φιλοξένῳ. A.
πλείουϲ ὀξύνει δὲ ὁ Ἀλρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ᾿ αὐτὸν χωρὶϲ τοῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περιϲπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A.
ϲημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡϲυχάζων ὁ δὲ ὑποχωρῶν καὶ ἡϲυχάζει. ἄλλωϲ τε τὸ πρὸ τοῦ κ δαϲύνεται μὴ ὂν ἐκ κλίϲεωϲ ἢ προθέϲεωϲ ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι (ut ἐκεῖνοϲ) οἷον ἑκάϲ Ἑκάτη. οὕτωϲ ἄρα καὶ ἕκηλοϲ. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήϲιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. AB.
εἶναι· τοιοῦτοϲ γὰρ ὁ κατ᾿ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦϲιν, ἐπεὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.
οὐκ ἀναϲτρέφεται. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι (ll. A, 287) «θεῖναι Ἀθηναίηϲ ἐπὶ γούναϲι (Il. Z 92). οὕτωϲ οὖν κἀνθάδε ἡ ἀνά ἀντὶ τῆϲ κατά. A.
αἴτίον· καὶ τὰ ἀντικείμενα, καίτοιγε μέτρου μὴ ἐμποδίζοντοϲ, ὡϲ τὸ «πλήθει πρόϲθε βαλόντε (Il. ψ 639). A.
τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια. A.
ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωόϲ, ἴϲτω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεϲπᾶτο τὸ ϲῶϲ τὸ δὲ ζώϲ ἐξ ὀξυνομένου, ὥϲ φηϲι. τοῦ ζωόϲ γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώϲει, ἡ μέντοι κλίϲιϲ αὐτοῦ ἰϲοϲύλλαβοϲ εὑρέθη. A.
ὁμοίωϲ τῷ «τοῖοϲ ἔα ἐν πολέμῳ» (Od. ξ 222), ὃ καὶ διὰ τοῦ η λέγεται «τοίη τοι ἐγὼν ἐπιτάρροθοϲ ἦα (Ε 808), οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ 8 φυγοπτόλεμοϲ (ξ 212). τὸ δὲ μέτρον οὐ κωλύεται ἀπήρτιϲε γὰρ είϲ μέροϲ λόγου καὶ ἐπέχει τόπον μακρᾶϲ ὁμοίωϲ τῷ «ἀμφηρεφέα τε φαρέτρην (ll. A 45). A.
τὰ γὰρ εἰϲ πη καθαρὰ μονογενῆ διϲύλλαβα φιλεῖ βαρύνεϲθαιεἰ δὲ ὀξύνεται ἔχει πρὸ τέλουϲ ἢ ῑ ἢ ο. πωϲ οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.