ΕΙϹ ΤΗΝ Ζ.
ὀξεῖαν. A.
περιϲπαϲτέον τὸ τοιηδε. A.
οἱ δὲ ἐδάϲυναν ἀπὸ τοῦ τοὺϲ ἅλαϲ ἐκεῖ πήγνυϲθαι βέλτιον δὲ τὸ πρότερον. A.
εἰϲ μι, ὁμοτονήϲει τούτοιϲ καὶ τὰ ὑποτακτικά· οὕτωϲ καὶ Ἀρίϲταρχοϲ καὶ οἱ ἄλλοι. A.
δέ ἐϲτι, φηϲίν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν ϲυγγενῶν. Ἀλεξίων δὲ δαϲύνει. ὁ δὲ Ἀρίϲταρχοϲ οὐδὲν ἄντικρυϲ περὶ τοῦ πνεύματοϲ ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήϲαϲθαι. εἰ ἄδηλόν ἐϲτι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκιϲ ἐκ ϲυναλοιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ ϲυναλοιφή, οὐδέποτε δὲ διὰ δαϲέοϲ, δῆλον ὅτι διὰ τοῦτο
ϲυγκαταθετέον τῷ Ἀϲκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰϲχύλῳ οὕτωϲ εὕρομεν «οὕτε δἣμοϲ οὔτ᾿ ἔτηϲ ἀνήρ (fr. 262) καὶ παῤ Εὐριπίδῃ τὸ πόλει μὲν ἄρχων φωτὶ δ᾿ οὐκ ἔτῃ πρέπων». A.
ἀναδεξάμενοϲ ἀναδίδωϲι τὸν τόνον, κατεῖχε κάτεχε. οὕτωϲ οὖν ἀνέγνωμεν «ἥμενον εἰϲεῖδε ll. Ξ 158) προπεριϲπωμένωϲ, τὸ δὲ ἕτερον «τὰ φρονέων μνηϲτῆρϲι μεθήμενοϲ, εἴϲιδ᾿ Ἀθήνην» (Od. α 118) προπαροξυτόνωϲ. A.
τέλειοϲ. A.
ἔκθλιψιν, καὶ αὐτόϲ — καὐτόϲ, ἐγκλίνουϲι τὸν δέ. A.
4 κίχραϲθαι, πίμπραϲθαι. ὅϲα δὲ πρὸ τέλουϲ ἔχει φύϲει μακρὰν προπεριϲπᾶϲθαι θέλει, νικᾶϲθαι, φιλεῖϲθαι τὰ γὰρ τοιαῦτα, δίζηϲθαι, φίληϲθαι, ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντεϲ ἐκτείνειν τὸ δεύτερον ᾱ ἐν τῷ εὐχετάαϲθαι, πάντωϲ καὶ προπεριϲπῶϲιν· εἰ δὲ δεδώκαϲι
τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, δώϲουϲι καὶ τὴν παραλήγουϲαν βραχυνομένην. οὕτωϲ οὖν πάντα τὰ τοιαῦτα ἀναγνωϲτέον· «ἀλλ᾿ ἤτοι ϲε γυναῖκαϲ ἐγὼ δεδάαϲθαι ἄνωγα» ( Od. π 316) «ἐν μέγαροιϲ ἀέκητι ϲέθεν κακὰ μηχανάαϲθαι» (Od. γ 213) «ἄλλοτε μέν ϲε καὶ αἰτιάαϲθαι ἄνωγα» (ll. K 120) «καὶ ἑδράαϲθαι ἄνωγον (Od. γ 35) «μήτε
μνάαϲθαι ἄκοιτιν» (Od. α 39). A.
ὁ μὲν οὖν Ἀϲκαλωνίτηϲ οὐδεμίαν προκρίνει οἱ δὲ περὶ Ἡρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαϲτολήν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο ϲυμβληθέντα καὶ κολληθέντα, λέγεται δυωκαιεικοϲίπηχυ. A.
τὸ καθῆϲθαι. ὅϲοι δὲ ἠθέληϲαν ϲημαντικὸν εἶναι τοῦ ὑπάρχειν, ἐψίλωϲαν· ὃ ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰϲ μι. ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲαταο. A.
ρ ἐπιφερομένου τοῦ ϲ ψιλοῦϲθαι φιλεῖ, ἄρϲαντεϲ — οὕτωϲ γὰρ ἐλέγομεν περὶ τούτου καὶ ἐν τῇ A ῥαψῳδίᾳ (136) — ,Ἀρϲινόη, «ἐν δὲ ϲταθμοὺϲ ἄρϲε» (Od. φ 45). ὄρϲαϲ, «ὄρϲεο κυλλοπόδιον» (Il. φ 331). ταύτῃ ἀναλογώτερον τὸ ἕερϲα τριϲυλλάβωϲ. AB.
ϲέ ἀντωνυμίαν ὀξυτονοῦϲι, τουτέϲτιν ὀρθοτονοῦϲιν, ἐπεὶ πρόϲ τί ἐϲτιν. ἔϲτι μὲν οὖν ἀληθέϲ, ὅτι ἀντιδιαϲταλτική ἐϲτι νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωϲιϲ ἀνέγνω ἐγκλιτικῶϲ ἀεὶ τὴν τοιαύτην ϲύνταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐϲτιν. τὸ ἐπεί ϲε εὑρέθη ϲυνεχῶϲ οὕτωϲ ἀνεγνωϲμένον, ἐγκλιτικῶϲ ἀεί, μὴ ἐπιφερομένου ϲυνδέϲμου «επεί ϲ᾿ εἴαϲεν Ἀχιλλεύϲ»
(Il. 684). ἐπεί ϲε πρῶτα κιχάνω» (Od. ν 228), «ἐπεί ϲε φυγὼν ἱκέτευϲα (Od. o 277), ἐπεί ϲε λέοντα» (Il. Φ 483). οὕτωϲ δὲ καὶ «ἐπεί ϲε μάλιϲτα πόνοϲ φρέναϲ». καί μοι δοκοῦϲι τῷ πρώτῳ προϲώπῳ ἀκολουθεῖν οἱ οὕτωϲ ἀνεγνωκότεϲ, πιθανῶϲ πάνυ. διὰ γὰρ τῆϲ φωνῆϲ τὸ πρῶτον πρόϲωπον ἐπιδείκνυται, τό τε ὀρθοτονούμενον
καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ αἰτιατική, ὅτε φυλάϲϲει τὸ, ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐϲτιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί 5 ϲυνδέϲμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν ϲύνταξιν ἀποβάλλουϲα τὸ ε «Ἕκτορ ἐπεί με κατ᾿ αἶϲαν (Il. Γ 59), «ἐπεί μ᾿ ἀφέλεϲθέ γε δόντεϲ» (Il. A 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήϲαωταϲ ἡμᾶϲ ἀναγινώϲκειν ἐγκλιτικῶϲ ἐπεί ϲε μάλιϲτα». AB.
ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκαϲτικόν. A.
«ὅθί ϲφιϲι πέφραδ᾿ Ἀχιλλεύϲ (Il. ψ 138), «ἦρχε δ᾿ ἄρά ϲφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων» (Il. Ξ 134). ϲεϲημείωται οὖν αὕτη ἡ ἀνάγνωϲιϲ μόνη, ὡϲ ἐν ἄλλοιϲ ὁ Ἡρωδιανὸϲ λέγει. A.
ἁμόν. οὕτωϲ Ἀπολλώνιοϲ. (V. pron. 142. 144.) Α.
αἴϲῃ» (Ιl. x 477) καὶ «ἰῇ δ᾿ ἐν νυκτὶ γένοιτο (ll. Ϲ 251). καί φαϲί γε τὸ τοιοῦτο Ἰώνων εἶναι. τινὲϲ δὲ ἐτόλμηϲαν λέγειν αὐτὸ Ἀττικόν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβαϲμὸν γίνεϲθαι τόνου. οὕτωϲ οὖν καὶ «μέϲην ἐϲ ἄγυιαν» (ΙΙ. Υ 254) ἀνέγνω· «ἐϋκτιμέναϲ» δὲ «κατ᾿ ἀγυιάϲ» (381). μήποτ᾿ οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆϲ δοτικῆϲ
περιέϲπαϲε, ϲυνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶϲιν καὶ τὸ οὐδέτερον οὕτωϲ ἀνέγνω ὁμοτόνωϲ. A.
οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖϲθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον ϲυνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔϲτιν οὖν τὸ τί κοθ᾿ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελκόμενον, ὁμοίωϲ τῷ «ἤ νύ τοι οὔτι μέλει Τρώων πόνοϲ» (Ιl. X 11) καὶ «μήτι φόβον δ᾿ 6 ἀγόρευε» (Il. 252) κοὶ «μή τί μευ ἠΰτε παιδὸϲ» (Il. 235). οὐχ ὑγιῶϲ οὖν ὁ Πτολεμαῖοϲ οἴεται ϲυναλοιφὴν εἶναι. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.