ΕΙϹ ΤΗΝ Δ.
οἱ ἀπ᾿ Ἀριϲτάρχου παραγγείλαντεϲ διηνεκῆ τὴν ἀνάγνωϲιν οὐκ ἐφύλαξαν. ἀληθὲϲ γάρ ἐϲτιν, ὅτι ἡ ϲφίϲιν ἐγκλιτικὴ οὖϲα εἰϲ ἁπλῆν μεταλαμβάνεται, ὥcπερ καὶ ἐπὶ τοῦ «ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω» (Ιl. Ρ 453). οὐ μὴν ὀρθοτονουμένη πάντωϲ εἰϲ ϲύνθετον· ἔϲτι γὰρ ὅτε καὶ εἰϲ ἁπλῆν. εἰϲ μὲν οὖν ϲύνθετον οὕπτωϲ «αἵ ἑ μετὰ ϲφίϲιν εἶχον» (Ιl. X 474), εἰϲ
ἁπλῆν δὲ οὕτωϲ· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι» (Od. ξ 272), «ϲφίϲι δ᾿ αὐτοῖϲ δαῖτα πένεϲθαι» (Od. δ 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ᾿ αὐτοῖϲ τοῖϲ ἄγουϲιν· οὐδὲ οἱ μνηϲτῆρεϲ τὰ πρὸϲ τὴν δαῖτα ἑαυτοῖϲ παρεϲκεύαζον, ἕτεροι δὲ αὐτοῖϲ. AB.
δ᾿ ἕτερον μὲν ἔδωκεν» (Il. Π 250). οὕτωϲ οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐϲτι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατιόν «τὴν δ᾿ οὐ θεὸϲ ἄλλοϲ ἀνῷγεν᾿» (Ιl. Ξ 168) ἀλλὰ τὸ κατὰ πλεονοϲμὸν τοῦ ε· «χηλοῦ δ᾿ ἄπο πῶμ᾿ ἀνέῳγεν» (ΙΙ. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν «ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» (Il. A 24) 1 τὸ δὲ κατὰ πλεοναϲμόν, «οὐδ᾿ Ἀγαμέμνονι πάμπαν ἑήνδανε᾿» (d. γ 143). καὶ πάλιν «ἕϲϲατο δ᾿ ἔκτοϲθεν (Ιl. Κ 334)· εἶτα ἐν ἑτέροιϲ «ἑέϲϲατο δέρμα» (Ιl. K 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦϲα παρέξ» (Od. ι 488) καὶ ὦϲε τὸ τρίτον. ὃ ἐν πλεοναϲμῷ φηϲι « κὰδ δ᾿ ἄρ᾿ ἐπὶ ϲτόμ᾿ ἔωϲεν» (Il. Π 410). οὕτωϲ οὖν ἐπὶ τούτου. ἐν ἑτέροιϲ
γάρ φηϲιν «ᾠνοχόει δ᾿ υἱὸϲ Μενελάου» (Od. o 141), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε ἀκολούθωϲ πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει». A.
καὶ ποταμόϲ λέγεται. A.
χρόνον τῶν παρῳχημένων καὶ ἀποβάλλειν. δύναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρεϲ, ἐπεὶ ϲύνηθεϲ αὐτῷ οὕτωϲ τὴν αἰτιατικὴν προφέρεϲθαι «ἱδρῶ ἀπεψύχοντο» (Il. Λ 621). A.
δὲ ὁ Μιλήϲιοϲ ὑφ᾿ ἕν, ἐπιπροέμεν, ὁμοίωϲ τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε, ἵν᾿ ἔμφαϲιϲ μᾶλλον γένηται. A.
γὰρ τὸ ἑξῆϲ παραφέροιο. AL.
ἁπλοῦν αὐτοῦ ἐϲτὶ πτέϲθαι. πᾶν δὲ ἀπαρέμφατον ϲυντιθέμενον φυλάϲϲει τὸν αὐτὸν τόνον. A.
τὸ τρίτον εἰρύετο, ὃ ἐν ϲυναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο ἐρῦτο. A.
ἢ φυλάϲϲοντεϲ τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι, ὅτι ὅταν ἡ προκειμένη λέξιϲ εἰϲ τὸ ε καταλήγῃ, ἤτοι διαϲτέλλει τὸ ῑ ἀπ᾿ αὐτῆϲ μετὰ ϲυϲτολῆϲ, ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτωϲ «τὸν δ᾿ ἴδεν Αἰνείαϲ» (Ιl. E 166) καὶ «νῦν δ᾿ ἴδεν ὃϲ μέγ᾿ ἄριϲτοϲ (Ιl. B 82), διαϲτολὴν δὲ οὕτωϲ μετὰ ϲυϲτολῆϲ «τὴν δὲ ἴδεν προμολοῦϲαν»
(Ιl. 382) καὶ «τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ» (Od. ε 333). οὕτωϲ οὖν καὶ ἐνθάδε. A.
γενόμενοι. Νικίαϲ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ κυκλόϲε, ὡϲ «πόϲε φεύγετε» (Il. Π 422). ὅπερ καὶ πιθανώτερον. οὐ γὰρ δύναται ἐντελὴϲ εἶναι ἡ ϲύνταξιϲ τοῦ Ἀριϲτάρχου, ἀγηγέρατο κύκλοϲ· λείπει γάρ τι. διὸ ὁ Ἀρίϲταρχοϲ ἔξωθεν προϲτίθηϲι τὸ γενόμενοι· εἰ δὲ προϲτίθηϲιν, ἄμεινον αὐτόθεν ἀναγινώϲκειν κυκλόϲε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην
ϲχέϲιν ϲημαῖνον. εἰ δέ τιϲ λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶϲ δῆμοϲ εὐπαράδεκτόν ἐϲτιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλοϲ, ἴϲτω ὅτι τὸ δῆμοϲ τῇ μὲν φωνῇ ἑνικόν ἐϲτι, τῷ δὲ ϲημαινομένῳ πληθυντικόν· τῷ οὖν ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὡϲ καὶ ἐπὶ τοῦ «ἡ πληθὺϲ ἐπὶ νῆαϲ Ἀλχαιῶν ἀπονέοντο» (Il. Ο 305). οὔ γε μὴν ὁ κύκλοϲ ἔχεται
τούτου τοῦ ϲημαινομένου· διὸ οὐδὲ ἐντελὴϲ ἡ τοιαύτη ϲύνταξιϲ ἐπ᾿ αὐτῷ δύναται γενέϲθαι. A.
λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲτηϲαν ἔϲταν, ϲτάντοϲ γάρ· ἔβηϲαν ἔβαν, βάντοϲ γάρ· ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δὲ οἱ εὐρέεϲ ὦμοι» (Od. ϲ 68), φανέντοϲ γάρ· ἔφυμεν, ἔφυτε, ἔφυϲαν ἔφυν, ἐπεὶ φύντοϲ· ἔδυμεν, ἔδυτε, ἔδυϲαν ἔδυν, ἐπεὶ δύντοϲ. περὶ δὲ τοῦ «τῆϲ δ᾿ ἦν τρεῖϲ κεφαλαί»
(Hesiod. Th. 321) ἐν τοῖϲ περὶ ῥήματοϲ ἐροῦμεν. τὸ μέντοι γε ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶϲ δεύτεροϲ ἀόριϲτοϲ ἐπὶ τῶν εἰϲ μι μακροκατάληκτόϲ ἐϲτιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔϲτην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν. AB.
τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τριϲυλλάβωϲ, λέγων ὡϲ ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλουϲ διεϲταλμένον τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντοϲ, οἷον Πανθοίδηϲ, Βοηθοίδηϲ Πηλείδηϲ· οὐδ᾿ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετραϲυλλάβωϲ ἀναγινώϲκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡϲ ὅτι ἐντελέϲ ἐϲτι τὸ κατὰ διάλυϲιν τοῦ ῑ, καὶ ὅτι οὐκ
ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ ϲύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ τοῦ ῑ πρὸ τέλουϲ. παρὰ τὸ Πείραιοϲ οὖν Πειραΐδηϲ ἐγένετο. A.
πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεϲιν ἀνέγνωμεν ὡϲ βέλεϲιν, ἵν᾿ ἀπ᾿ εὐθείαϲ ᾖ ἡ κλίϲιϲ» «ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20). οὕτωϲ δὲ καὶ Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ ϲυγκατατιθέμενοϲ Ἀριϲτάρχῳ. ὁ μέντοι Ἑρμαππίαϲ προϲηγορικὸν ἀναγινώϲκει ψεύδεϲιν ὡϲ τείχεϲιν, ἐπεὶ οὐδέποτε, φηϲίν, οἶδεν ὁ ποιητὴϲ ἁπλοῦν τὸ ψευδήϲ, ἐν δὲ ϲυνθέτῳ φιλοψευδήϲ
(Il. Μ 164) ἀψευδήϲ (Ιl. 46), ἢ οἶδεν ἑτέρωϲ λετόμενον τὸ «ψεῦϲταί τ᾿ ὀρχηϲταί τε» (Ιl. 261). ϲυνεχῶϲ δὲ τὸ ψεῦδοϲ «ὦ γέρον οὔ τι ψεῦδοϲ» (Ιl. I 115), « ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20), «ἴϲκε ψεύδεα πολλά» (Od. τ 203). AV.
ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔϲτιν, ἀλλ᾿ ἐκ τοῦ ἕϲτατε ἔκταϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ η· ϲτάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δαϲύνεϲθαι· τὸ γὰρ αὐτό ἐϲτι τῷ ἑϲτήκαμεν τὸ ἕϲτατε. A.
πιθανὸν οὖν ἐϲτιν ἐκδέξαϲθαι ἐνθάδε ἐπὶ τῶν πόλεων τὸ ϲημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει. A.
μὲν αὐτὸϲ ἀόριϲτοϲ, ὀφείλων εἶναι κοινῶϲ ἕκτην, γινόμενοϲ δὲ κατὰ Δωρίδα ἔκταν, ὃϲ ἐν χρήϲει ὁρᾶται Ἀττικοῖϲ. Εὐριπίδηϲ Πλειϲθένει «οὐ τὸν ϲὸν ἔκταν πατέρα πολέμιόν γε μήν᾿». Αἰϲχύλοϲ δὲ Παλαμήδει· «τίνοϲ κατέκταϲ ἕνεκα παῖδ᾿ ἐμὸν βλάβηϲ» καὶ ἐν Ϲεμέλῃ ἢ ὑδροφόροιϲ «Ζεὺϲ ὃϲ κατέκτα τοῦτον». ἐπίϲταται ὁ ποιητὴϲ καὶ τὸ πληθυντκὸν
πρώτου ἀορίϲτου παθητικοῦ κατὰ ϲυγκοπὴν «οὐδέ τιϲ Αἰγίϲθου, ἀλλ᾿ ἔκταθεν ἐν μεγάροιϲι» (Od. δ 537), καὶ μέϲον δεύτερον ἀόριϲτον «Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιϲτὸϲ ἑταῖροϲ» (Ιl. Ο 437), ᾧ ἀκόλουθον ἀπαρέμφατον τὸ «κτάϲθαι τε πολίταϲ» (ib. 558)· μετοχαί τε ϲημαίνουϲαι τὸ κτῆμι, ἥτε κτάϲ καὶ κτάμενοϲ, ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ
κτάμεναι. ὑγιῶϲ ἄρα Ἀρίϲταρχοϲ ἔκταν γράφει ὡϲ ἔκταν (imo ἔβαν ut supra, Aiax 868) ἐγώ. A.
τέον τὸ ἧϲο. A.
ποταμὸν εἰλεῦντο βαθύρροον» (Ιl. Φ 8), « ἀψορρόου Ὠκεανοῖο» (Ιl. 399). ϲπανίωϲ δὲ τὸ ἕτερον· χειμάρρουϲ κατ᾿ ὄρεϲφιν ὄπϲεν» (Il. Λ 493), «ποταμῷ πλήθοντι ἐοικὼϲ χειμάρρῳ» (Il. Ε 87). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶϲ ἀποφαίνεται ῥόοϲ «ὤθει δ᾿ ἐν ϲάκεϊ πίπτων ῥόοϲ» (ΙΙ. Φ 241). A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.