ΕΙϹ ΤΗΝ Γ·
ἀπὸ τέλουϲ εἶναι τὴν ὀξεῖαν ϲυϲτελλομένου τοῦ α, ὥϲπερ τὸ Ἀφίδναζε, Θήβαζε, ἔραζε, χωρὶϲ εἰ μή ἐϲτιν ἀφορμὴ ὅτι ταῦτα ἀπὸ ὀνομάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματοϲ τοῦ χαμαί. τὸ | δὲ μέταζε χρονικὸν παρὰ πρόθεϲιν παρῆκται. A.
μέντοι Ἀρίϲταρχον καὶ Ἀριϲτοφάνην γράφειν παρειὰϲ ϲὺν τῷ ϲ, ἐπειδὴ καὶ «παρειάων ἁπαλάων» λέγει (Il. Ϲ 123). A.
A.
καὶ διακρινθεῖμεν, ὥϲπερ καὶ τὸ «ἡμεῖϲ δ᾿ ἐϲ δεκάδαϲ διακοϲμηθεῖμεν Ἀχαιοί» (Il. Β 126). A.
ἐκεῖνο δὲ κατ᾿ ὀρθὴν τάϲιν «ἀπὸ ἕθεν ὤϲατο χειρὶ» (Il. Ζ 62). ὅθεν Ϲιδώνιοϲ μέμφεται Ἀριϲτάρχῳ μὴ ἐγκλιτικῶϲ ἀναγνόντι τὸ «πρόϲθεν ἕθεν φεύγοντα» (Il. Ε 80) ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν. A.
ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγετε λέγουϲι καὶ τοῖϲ λέγουϲιν, ἵϲταμεν ἵϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲιν. οὕτωϲ ἵεμεν ἵετε ἱεῖϲι· καὶ γὰρ ἱέντεϲ ἱέντων ἱεῖϲιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φαϲί πρὸϲ τὸ φᾶϲι μετοχικόν, ὡϲ ϲτᾶϲι. A.
ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβαϲε κατὰ κλητικήν, ἐπεὶ ϲύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν ϲυντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον, δαΐφρον. ὅθεν ϲημειῶδεϲ ἐκεῖνο κατὰ κλητικήν «ἰὼ Λακεδαῖμον» Ἀριϲτοφάνηϲ Ὁλκάϲιν· καὶ ϲύνθετον τὸ « ψευδόμενοί ϲε Παλαῖμον». A.
Ἀϲκαλωνίτηϲ· Ἀριϲτόνικοϲ δὲ τριϲυλλάβωϲ, ὡϲ τὸ (Ι. ὅϲ τ᾿) ὀΐων μέγα πῶϋ. ὁ μέντοι Πτολεμαῖοϲ οὐχ ὑγιὲϲ αἴτιον ἐπιφέρει τῆϲ διϲυλλάβου ἀναγνώϲεωϲ· φηϲὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοϲύλλαβόϲ ἐϲτιν, οἶϲ ὡϲ αἶξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴϲ μονοϲυλλάβωϲ εἶπε τὴν εὐθεῖαν, διϲυλλάβωϲ δὲ «τοῖϲι δ᾿ ὄϊϲ λάϲιοϲ» (Ιl. 125) καὶ «μῆλ᾿ ὄϊέϲ
τε καὶ αἶγεϲ» (Od. ι 184) καὶ «Πειρεϲίῃ δ᾿ ἀπάνευθεν ὄϊν» (Od. κ 524) ἕνεκα δὲ μέτρου «οἰὸϲ ἀωτῷ» (Od. α 443) καὶ «οἰῶν τε βληχήν» (Od. μ 266). ὥϲτε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξαϲθαι τὴν τοῦ Ἀριϲτονίκου ἀνάγνωϲιν. καὶ γὰρ ἄλλωϲ τὸ ὄϊϲ ἀναλογώτερον ἔϲται διϲύλλαβον ὂν τοῦ μονοϲυλλάβου· πολλὰ
γὰρ τὰ εἰϲ ιϲ λήγοντα ἐπ᾿ εὐθείαϲ, οὐδὲν δὲ εἰϲ οιϲ, ὅτι μὴ μόνον τὸ οἶϲ καὶ παρὰ Ἀττικοῖϲ τὸ φθοῖϲ. A.
τῆϲ ἄϊδριϲ· «χώρου ἄϊδριϲ ἐών» (Od. κ 282). ταύτηϲ δὲ τῆϲ εὐθείαϲ ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεοϲ, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε διὰ τοῦ δ οὐ γάρ ἐϲτι παρώνυμον μακρᾷ παραληγόμενον· ἀλλ᾿ ὡϲ τὸ ἔχιϲ πόϲιϲ ὄφιϲ, οὕτωϲ ὀφείλει κλίνεϲθαι. ὥϲτε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Ϲαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίωϲ τοῖϲ Ἀττικοῖϲ
ἐκλίθη. ὁ γὰρ Ϲοφοκλῆϲ ἴδριδα ἔφη τὴν αἰτιατικήν, ὅ τε Φρύνιχοϲ τὴν εὐθεῖαν ἴδριδεϲ. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώϲ κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαϲτόν, εἰ διὰ τοῦ ῑ πολλάκιϲ τῶν τοιούτων γενικῶν τὴν παραλήγουϲαν προφέρονται Ἴωνεϲ, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ῑ· τάχα γὰρ διὰ τὸ κακόφωνον.
ὁ γοῦν ποιητήϲ φηϲιν «εὐνήν τ᾿ αἰδομένη πόϲιοϲ» (Od. π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόϲεϊ ᾧ» (Il. E 71). A.
δὲ δεύτεροϲ περιϲπᾶται, ἵνα τοιαύτὴ ἡ φράϲιϲ γένηται, ἢ οὐκ ἠκολούθηϲαν ἦ ἠκολούθηϲαν μὲν οὐκ ἐθέλουϲι δὲ μάχην καταδύμεναι ἀνδρῶν. A.
ὁριϲτικὰ καὶ προϲτακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεϲταλμένου τοῦ ἔϲτε, οἶον λέγετε — ὅτι λέγετε, ἄγετε ὅτι ἄγετε. A.
καὶ διὰ τοῦ ᾱ ἡ ϲύνθεϲιϲ γένοιτο, καὶ ὀξεῖα τάϲιϲ ἐϲτίν· «ἔχει δ᾿ ἄλοχον θυμάρεα» (Ιl. 1 336). ABL.
τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡϲ παρ᾿ Εὐριπίδη ἐν Φοινίϲϲαιϲ (1069) «λιθόβολον εἷμα κατειργάϲω». A.
ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα ϲυντιθέμενα ἀναδίδωϲι τὸν τόνον· εἶχον ϲυνεῖχον· ἀλλ᾿ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνοϲ «νὺξ δὲ μάλα ϲτυγερὴ κάτεχ᾿ οὐρανόν (Od. ν 269). οὕτωϲ ἷζε κάθιζε «Νέϲτωρ τ᾿ αὐτὸϲ ἔφοζε» (Od. γ 411). A.
φυλάϲϲουϲι τοὺϲ τόνουϲ «κατὰ ταῦρον ἐδηδώϲ» (ΙΙ. P 542) «κατὰ βοῦϲ Ὑπερίονοϲ ἤϲθιον» (Od. α 8) «κἀνὰ δ᾿ ὁ πτολίπορθοϲ Ὀδυϲϲεὺϲ ἔϲτη» (Ιl. B 278). ἐχρῆν οὖν καὶ τῆϲ παρά ἐνθάδε, εἰ πρὸϲ τὸ ἐπιφερόμενον ϲυντάττεται, φυλάϲϲεϲθαι τὸν τόνον. πρὸϲ οὓϲ πιθανῶϲ ὑπαντητέον, ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ ϲυνθέϲει φυλακτικὰ
ἐγένετο τοῦ τόνου τῶν προθέϲεων, οἷον κατήϲθιον, κατεδηδώϲ. οὐ γάρ τιϲ τῶν προθέϲεων τούτων ἐπὶ τὴν ἄρχουϲαν ϲυλλαβὴν ἑαυτῆϲ μετεβίβαζε τὸν τόνον· τὸ δὲ πάρειϲι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυϲιν οὕτωϲ ἀναγινώϲκομεν. A.
ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸϲ ὀρθοτονητέον «ὡϲ ϲέο νῦν ἔραμαι» (Ξ 328). ἀντιδιαϲτολὴ γὰρ πρὸϲ ἄλλα πρόϲωπα. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.