ΕΙϹ ΤΗΝ Β.
λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ θέλει ϲυντίθεϲθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουϲαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο». «ἔποϲ τ᾿ ἔφατ᾿ ἐκ τ᾿ ὀνόμαζεν. ABL.
ν ἢ εἰϲ γ, τῆϲ ἑξῆϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ ϲυμφώνου, ψιλοῦται, ἀντίοϲ, ἔγχοϲ, τοῦ ἁνδάνω ὑπεξαιρουμένου. A.
ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ᾿ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A.
κήδεαι» (Od. ρ 397) καὶ «πυκνὰ μάλα ϲτενάχων (Il. Ϲ 318) οὕτωϲ καὶ ὑπέρμορα νόϲτοϲ ἐτύχθη. A.
τόνον· «καὶ γάρ τίϲ θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (292). A.
«ἐϋπλοκαμῖδεϲ Ἀχαιαί» (ib. 119) οὕτωϲ καὶ κληΐϲ καὶ πολυκληῒϲ. οὐκ ἔχει δὲ οὕτωϲ ἡ ἀνάγνωϲιϲ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ βαρυνομένηϲ λέξεωϲ οὗτοϲ. τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ ϲυνθέϲει φυλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ, καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρϲενικοῦ, μεθίϲταται καὶ εἰϲ βαρεῖαν
τάϲιν ἀναγκαίωϲ. τοῦ μὲν προτέρου, φυλάϲϲοντοϲ τὸ αὐτὸ γένοϲ καὶ τὸν αὐτὸν τόνον, περιϲκελίϲ, τοῦ δὲ δευτέρου δύϲελπιϲ. ταύτῃ οὖν τὸ μὲν καταιγίϲ ὀξύνεται, τὸ δὲ μελάναιγιϲ βαρύνεται. οὕτωϲ οὖν καὶ τὸ εὐκλήϊϲ καὶ πολυκλήϊϲ βαρυνθήϲεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρϲενικοῦ ὡϲ καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκαϲπιϲ· καὶ γὰρ ἐπὶ Ἀμαζόνοϲ ταγείη ἄν.
καὶ τὸ εὐκνήμιϲ ἀμέλει ἐπὶ Ἀθηνᾶϲ τέτακται παρὰ Ῥιανῷ ἐν Θεϲϲαλικοῖϲ «τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδοϲ Ἰτώνηϲ». A.
λέξιϲ πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο ἀντωνυμία διὰ τοῦ ϲφ, ϲεϲημειωμένου τοῦ «ἔνθ᾿ ἔϲάν οἱ πέπλοι» (Od. ο 105). ABL.
δ᾿ ὁ Θρᾷξ φηϲι κακῶϲ ἀνεγνωκέναι Ἀρίϲταρχον κατὰ τὸν περιϲπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν τάϲιν, Πυθώ Λητώ· ἐχρῆν γάρ φηϲιν ὁμοίωϲ ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριϲτάρχῳ, εἴγε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώϲ αἰδώϲ, Λητώ δὲ καὶ Πυθῶ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ Ἀριϲταρχείου ἀναγνώϲεωϲ καὶ
τῆϲ κατεγνωϲμένηϲ προϲῳδίαϲ οὗτοϲ, ὅτι ἐχρῆν μὲν τὸ Πυθῶ περιϲπᾶϲθαι, ἐπειδήπερ Πυθόα ἐϲτί, καὶ τοῦτο ἀπῄτει ἡ ϲυναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέϲτραπται τὸν περιϲπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυϲοῦϲ περιϲπωμένου τὸ δυϊκὸν ὀξύνομεν. οὕτωϲ ἀποδείκνυται, ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰϲ ι λήγει καὶ οὐκ
εἰϲ ω. δεύτεροϲ δὲ λόγοϲ ἀληθήϲ ἐϲτιν, ὡϲ εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνοϲ οὖϲα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντωϲ καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖϲ — τοὺϲ ταχεῖϲ, εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντωϲ καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲκατὰ τὴν εὐθεῖαν, περιϲπῶνται,
κατεχόμεναι τῷ λόγῳ τῆϲ ϲυναλοιφῆϲ, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆροϲ· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ τῆϲ φωνῆϲ κατέχονται καὶ τῷ τόνῳ. A.
δύο ϲυμφώνων μετὰ τῆϲ ει διφθόγγου, μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν προπεριϲπᾶται, ἀνδρεῖοϲ, Ἀργεῖοϲ. οὕτωϲ καὶ ἀχρεῖοϲ. A.
3
παροξυντέον, ὥϲ τινεϲ, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆϲιϲ τῶν τοιούτων παρὰ Ἀττικοῖϲ. A.
δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα» (Il. Α 40), εἴγε ἤδη οἶδε καὶ τὰ μῆρα «μῆρα δὲ κείαντεϲ» (Od. ν 26). A.
καὶ Ξένιοϲ. BL.
ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶϲ· «ἐκ μὲν Κρητάων γένοϲ εὔχομαι» (Od. ξ 199). ταῦτα ἐν τῇ προϲῳδίᾳ ὁ Ἡρωδιανόϲ. ἐν μέντοι τῷ ια΄ τῆϲ καθολικῆϲ προϲῳδίαϲ ἐν τοῖϲ προπαροξυτόνοιϲ καὶ ἔχουϲι πρὸ τέλουϲ τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθηϲι, καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶϲ καὶ ἐπιφέρει
ὅτι καὶ Θεϲπιά ὀξυτόνωϲ λέγεται. A.
ἱϲτοροῦϲι δὲ τοὺϲ ἐγχωρίουϲ καὶ ϲὺν τῷ ϲ λέγοιν Ὑϲάμπολιν. A.
διφθόγγου. κακῶϲ δὲ Τυραννίων οἰόμενοϲ ἄρθρον εἶναι τὸ οι ’καὶ παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱϲτορίαν, εἴ γε οὕτωϲ φηϲὶ καὶ Φερεκύδηϲ· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ᾿ Οἴτυλο?? ἀφ᾿ οὗ ἡ πόλιϲ ἡ ἐν Ϲπάρτῃ καλεῖται». τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ προϲῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆϲ ἀναγνώϲεωϲ τῆϲ
Τυραννίωνοϲ. A.
711) εἴρηκεν «ἔϲτι δέ τιϲ Θρυόεϲϲα πόλιϲ, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκεν Αἰπύ, καὶ ὡϲ ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖοϲ δέ φηϲι μὲν κύριον εἶνι τὸ Αἰπύ, οὐ μὴν ϲυγκατατίθεται τῷ τόνῳ, φάϲκων ὡϲ ὅτι πολλαὶ πόλειϲ ὁμοφωνοῦϲι προϲηγορικοῖϲ, Ἕλοϲ, Αἰγιαλόϲ. χρὴ μέντοι γινώϲκειν, ὅτι ἀναλογωτέρα ἀνάγνωϲιϲ ἦν ἡ βαρεῖα·
τὰ γὰρ εἰϲ υ μονογενῆ οὐδέτερα βαρύνεται, πῶϋ, μέθυ. ταῦτα ἐν τῇ προϲῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίωϲ ἀμφίβολον αὐτὸ ἐᾶ. ἐν μέντοι τῇ Ζ (422) τῆϲ Ἰλιάδοϲ διαλαμβάνων περὶ τοῦ ἰῷ «οἳ μὲν πάντεϲ ἰῷ κίον ἤματι φανερῶϲ λέγει, ὅτι Ἀρίϲταρχοϲ ὀξύνει τὸ Αἰπύ καὶ ἐπείϲθη αὐτῷ ἡ πλείων χρῆϲιϲ. A.
παρωξύνετο, καθότι τρίβραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ Θρόνιον. A.
ϲυϲτολὴν ἀφορμὴν ἔϲχε τὴν τῆϲ ἀποκοπῆϲ, ὁμοίωϲ τῷ «οὖτα κατὰ λαπάρην» (Il. Ζ 64). A.
λήγων ὑπὲρ δύο ϲυλλαβάϲ, τῷ α παραληγόμενοϲ, ἄμαθοϲ, ψάμαθοϲ. A.
(Il. Γ 243). A.
ἐν τῇ ϲυνθέϲει τὴν κατάληξιν, ἀναδίδωϲι τὸν τόνον, δριμύϲ ἄδριμυϲ, οὐχ οὕτωϲ δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλοϲ ἵϲταται ἐπὶ τῆϲ ὀξείαϲ, ἡδύϲ ἀηδήϲ, βαρύϲ ἀβαρήϲ, ἠΰϲ ἐνηήϲ. οὕτωϲ οὖν ὤφειλε καὶ τὸ ποδώκηϲ ὀξυτονεῖϲθαι, γενόμενον ἀπὸ τοῦ ὠκύϲ. ἀλλά φαϲιν εἰϲ ἰδιότητα τοῦ Ἀχιλλέωϲ βεβαρυτονῆϲθαι τὸ ποδώκηϲ. παρὰ γοῦν τῷ
Ἡϲόδῳ ἀνεγνώκαϲι «ποδωκὴϲ δῖ᾿ Ἀταλάντη» (catal. XXVI Marksch.). τί οὖν ἐπὶ τοῦ Δόλωνοϲ κατὰ βαρεῖαν τάϲιν ἀνεγνώκαϲι καὶ ἐπὶ τούτου; «ὃϲ δή τοι εἶδοϲ μὲν ἔην κακόϲ, ἀλλὰ ποδώκηϲ» (Il. Κ 316). A.
διϲύλλαβα ϲυντιθέμενα εἰϲ ηϲ λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ η πρὸ τέλουϲ, πάντα ὀξύνεται, εὐγενήϲ εὐκλεήϲ εὐειδήϲ· οὕτωϲ δὲ καὶ εὐτειχήϲ. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτοϲ τὸ αὐτὸ ἀναδέχεϲθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάϲιν ἀναγινώϲκουϲιν, ἀλλ᾿ οὐδὲ τοῦτο πάλιν καθολικῶϲ ϲώζοντεϲ· ἑξετέα γὰρ ἀδμήτην (Il. Ψ 266) ἀναγινώϲκουϲιν ὡϲ
εὐϲεβέα. A.
425). οὐκέτι δὲ ὁ ἕϲταϲαν ϲτάϲαν. A.
πάντων, φυλάϲϲεται ὁ τόνοϲ, καθότι πᾶϲα πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ λαμβανομένη φυλάϲϲει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περιϲϲῶϲ, φυλάϲϲει τὸν τόνον, ὡϲ τὸ «ὃϲ περὶ μὲν νόον ἐϲτὶ βροτῶν, περὶ δ᾿ ἱρὰ θεοῖϲιν» (Od. α 66). «οὗ περὶ μὲν πρόφρων κραδίη» (Il. Κ 244). καὶ τὸ αἴιτιον ἐν ἑτέροιϲ εἴπομεν, ὡϲ ὅτι πρὸϲ αὐτοὺϲ τοὺϲ
τόνουϲ τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται. A.
ἀναϲτρέφει πρὸϲ τὰ προϲηγορικώτερα ποιούμενοϲ τὰϲ ϲυντάξειϲ. ὁμοίωϲ καὶ Νικίαϲ. οὐκέτι μέντοι ἐπὶ τοῦ «Ξάνθῳ ἐπὶ δινήεντι» (Il. Ε 479) «μάχῃ ἐνὶ κυδιανείρῃ (Il. Ζ 124). ἐπεφέρετο γὰρ τὰ προϲηγορικώτερα. ὁ μέντοι Ἀρίϲταρχοϲ τοῖϲ κυριωτέροιϲ ϲυνέταττε τὰϲ προθέϲειϲ· διὸ ἀναϲτρέφων ἀνεγίνωϲκε «Ξάνθου ἄπο δινήεντοϲ» (877), φυλάϲϲων
δὲ τὸν τόνον ἐπὶ τοῦ «ποταμοῦ ἀπὸ Ϲελλήεντοϲ». εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανόϲ φηϲι ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδοϲ ἀναγινώϲκειν κατὰ ἀναϲτροφήν. εἰ γὰρ δύο ὀνόματά ἐϲτι καθ᾿ ἑνὸϲ ὑποκειμένου λαμβανόμενα καὶ ϲχεδὸν ἕν ἐϲτι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεϲιϲ προηγεῖϲθαι, μέϲη δὲ παρείληπται καθ᾿ ὑποταγήν, ὡϲ ὑποτεταγμένη
ἀναϲτραφήϲεται. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.