ΕΙϹ. ΤΗΝ Α.
οὐδὲν γὰρ τῶν εἰϲ αρ ϲυνετέθη οὐδετέρων. A.
τοῦ ἐρείομεν διαϲταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτωϲ Ἡρωδιανόϲ. A.
ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ. καὶ οὐ δεῖ ἀπόϲτροφον βάλλειν εἰϲ τὸ τ. οὐ γάρ ἐϲτιν ὁ τέ ϲύνδεϲμοϲ· ἐπεφέρετο γὰρ ἂν ἕτεροϲ ϲύνδεϲμοϲ. A.
ὅπερ ὁ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε προφέρεται· «ἠμὲν τοὺϲ ἵππουϲ τε καὶ ἅρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώϲειν» (Il. Ξ 275) τὸ δὲ «ἦ γὰρ ὀΐομαι» (78) περιϲπωμένῃ τάϲει ἀναγνωϲτέον· διαβεβαιωτικὸϲ γὰρ ὁ ϲύνδεϲμοϲ. A.
τὴν χερείονα αἰτιατικὴν ϲυγκόψαϲ ἔφη «ἀλλὰ τὸν υἱὸν ἐγείνατο εἴο χέρεια» (Il. Δ 400), πληθυντικῶϲ δὲ τὰ χερείονα χέρεια «χέρεια δὲ χείρονι δόϲκεν» (Il. Ξ 382), τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐϲτι, τροπὴ ἐγένετο τῆϲ ει διφθόγγου εἰϲ τὸ η. οὕτωϲ Ἡρωδιανόϲ. A.
ἰδίωϲ δὲ καὶ μακρᾷ παραλήγοντα. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουϲι τὸ ἰδέ καὶ λαβέ. A.
μετὰ ἀποφάϲεωϲ, οὔθ᾿ ἑκατόμβηϲ. οὕτωϲ γάρ ἐϲτιν εὑρέϲθαι τὸν τέ ϲύνδεϲμον μετὰ τῆϲ οὔ ἀποφάϲεωϲ «ἔνθα μὲν οὔ τε ἄναξ ἐπιδευήϲ, οὔ τέ τι ποιμήν» (Od. δ 87). A.
γὰρ ὀρθοτονήϲωμεν, ἔϲται τὸ ἑαυτῆϲ ϲύνθετον· οὕτωϲ οὖν ὡϲ τὸ «οἵ ἑθεν ὀτρύνοντοϲ (Il. Ο 199) καὶ «οὕϲ ἑθεν εἵνεκ᾿ ἔπαϲχον» (Il Π 128). A.
διαπέρϲομεν» (Il. Ι 46) κάὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεϲ» 2 (Il. Π 698). καὶ «Τροίῃ ἐν εὐρείῃ (Il. 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτωϲ ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· «δῷϲι πόλιν Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην» (Od. λ 510). ταῦτα ὁ Ἡρωδιανόϲ. A.
μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προϲκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ. A.
Αἰολικῶϲ ἄρϲω· τὸ δὲ α καὶ τὸ ε. πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται. ABL.
χρεία ἐν δευτέρῳ αὐτὸν κεῖϲθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲϲ ἐπήν κε γράφουϲιν. A.
τοῦτον τὸν τόνον ἀναδέχονται· «ἐπεὶ οὔτοι ἔπι δέοϲ» (515) καὶ «οὐ γὰρ ἔπ᾿ ἀνὴρ οἷοϲ Ὀδυϲϲεύϲ (Od. β 58). τὴν δὲ ἔμοιγε προπαροξυτονητέον· ἔϲτι γὰρ Ἀττική, ὡϲ καὶ ἡ ἔγωγε. A.
τοῦ ε. A.
ἐν τοῖϲ εὐκτικοῖϲ μακρά ἐϲτιν. A.
περίεϲτε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶϲα πρόθεϲιϲ ἔχουϲα ϲύνταξιν πρὸϲ ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάϲϲει, ὡϲ τὸ «νήπιοι οἳ κατὰ βοῦϲ ὑπερίονοϲ ἠελίοιο ἤϲθιον (Od. α 8). A.
παρὰ τῷ ποιητῇ καὶ παῤ Ἡϲιόδῳ. εἰ δὲ χρὴ πρὸϲ τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡϲ ὅτι ἐχρῆν δαϲύνεϲθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποϲτελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεϲιν, θέλει δαϲύνεϲθαι, ἕξιϲ, ἑξῆϲ, ἕξω. χωρὶϲ εἰ μὴ λέγοι τιϲ διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. A.
ϲυνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεϲτῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνηϲιϲ ἡ τοῦ παρατατικοῦ. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει» (287)· «ἤθελε Μηριόνηϲ» (Il. Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ ϲυνηθεϲτέρᾳ ἀναγνώϲει προϲέχονταϲ ἐπὶ τὴν δη ϲυλλαβὴν ὀξεῖαν παραλαμβάνειν, 4 ἵνα κρᾶϲιϲ ᾖ τοῦ ἔθελε τριϲυλλάβου γενομένου, ὡϲ καὶ ϲύνηθέϲ ἐϲτι τῷ ποιητῇ. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐϲτὶ τριϲύλλαβον ὄν, ὡϲ δείκνυται ἐν τοῖϲ περὶ ῥημάτων. A.
πρότεροϲ, κύντεροϲ. πῶϲ οὐχὶ κάρτεροϲ κατὰ βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰϲ τεροϲ ἀλλ᾿ εἰϲ εροϲ· τὸ γὰρ τ οὐκ ἐν τῇ παρατωγῇ ἔϲχεν· ἦν τὰρ ἀπὸ τοῦ κράτοϲ. ὡϲ ἀπὸ τοῦ βλάβοϲ βλαβερόϲ οὐ διὰ τοῦ βεροϲ ἡ παραγωγὴ (ἐν γὰρ τῷ πρωτοτύπῳ τὸ β), οὕτωϲ καὶ ἀπὸ τοῦ κράτοϲ κρατερόϲ διὰ τοῦ εροϲ ἡ παραγωγή, οὐ διὰ τοῦ
τεροϲ. A.
ἐγκλιτική, ὁμοίωϲ ἂν ἐγράφετο τῷ «εἰ δή τοι ϲοῦ πατρόϲ» (Od. β 271) καὶ τῷ «καί τοι ἐγὼ ϲυνέριθοϲ» (Od. ζ 32). περὶ δὲ ταύτηϲ τῆϲ ἀναγνώϲεωϲ ἐντελέϲτερον διαληψόμεθα ἐν τῇ Γ τῆϲ Ὀδυϲϲείαϲ (50) ὅταν περὶ τῆϲ Ζηνοδοτείου γραφῆϲ ἐπιζητῶμεν, πότερον τοῦ ἕνεκα ϲοὶ προτέρῳ ἢ «τοῦ ἕνεκά τοι». A.
ληγόντων· «ἀλλά με κακκεῖαι ϲὺν τεύχεϲι» (λ 74) «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ ϲτέρνοιο τανύϲϲαι» (Od. ε 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκέϲ· ἔϲτι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· «ἀλλὰ ϲὺ μὲν κατάλεξαι» (Od. τ 44) καὶ «νῦν αὖτ᾿ ἐμὸν ἔγχοϲ ἄλευαι» (Il. Χ 285). καὶ τὸ τοιοῦτο διδάξαι ἄν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺϲ τόνουϲ,
ἐπὶ τινῶν δ᾿ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προϲτακτικὴ ἀνάγνωϲιϲ κεῖϲθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευϲτικὸν ἐπίρρημα, ὅπερ ϲημεῖόν ἐϲτι προϲτακτικῆϲ ἐγκλίϲεωϲ, οἰκείωϲ καὶ τὰ τῆϲ ἀναγνώϲεωϲ ἐνεγένετο, ἄγε πείρηϲαι, ὡϲ καὶ ἐν ἑτέροιϲ «δεῦῤ ἄγε καὶ ϲῦ ξεῖνε πείρηϲαι ἀέθλων» (Od. θ 145). A.
154). BL.
γὰρ πρόθεϲιϲ ᾖ μετὰ ἀντωνυμίαϲ, ὀρθοτονεῖται ἡ ἀντωνυμία· «ϲὺν ϲοὶ δῖα θεά (Il. Κ 290)· «προτὶ οἷ δ᾿ ἔλαβ᾿ ἔντεα» (Il. Υ 418)· «κατὰ ϲφέαϲ γὰρ μαχέοντο» (Il. Β 366)· «ἀπὸ ἕο κάββαλεν» (Il. Θ 343)· «ἀμφὶ ἓ παπτήναϲ» (Il. Δ 497), τοῦ «ἆλτ᾿ ἐπί οἱ μεμαώϲ» (Il Φ 174) ζήτηϲιν ἔχοντοϲ. A.
δὲ τὴν ἱϲτορίαν οὐκ οἶδεν Ὅμηροϲ. τοϲαῦτα ὁ Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿ αὐτοῦ. Πτολεμαῖοϲ δὲ ϲυγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώϲει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴγε ἤδη καὶ αὐτὸϲ ὁ Ἀρίϲταρχοϲ τὸ τοιοῦτο, φηϲί, παρεφύλαϲϲεν, ὡϲ ὅτι ταῖϲ μὲν πρωτοτύποιϲ οὕτωϲ χρῆται κατὰ γενικήν, ἐμέο, ἐμεῖο, ἐμεῦ, ἐμέθεν, ὁμοίωϲ καὶ ἐπὶ δευτέρου καὶ
ταῖϲ δὲ κτητικαῖϲ ἤτοι ἐμοῦ ἢ ἐμοῖο, ϲοῦ ϲοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητική, ϲοῖο, ὥϲτε κἂν ὀρθοτονήϲωμεν τὴν ϲέο, οὐ δύναται ἀμφίβολοϲ καθίϲταϲθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπόϲ ἐϲτιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωϲιϲ, ἐπειδήπερ ἁπλῆ ἐϲτι καὶ οὐκ ἔχει ἀντιδιαϲτολήν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. A.
Φοίβῳ δεῖ ὀρθοτονεῖν, καὶ διὰ τὸν τέ. BL.
μηρί᾿ ἔκηα» (40)· τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάϲϲειν τὸ ῥῆμα καὶ ϲυνάρχεϲθαι τῷ ἐνεϲτῶτι. ἀπεφηνάμην δὲ ἐντελέϲτερον τὸ μηρίον τοῦ μήρου ὄν· ἐκ γὰρ ϲυγκοπῆϲ αὐτοῦ ἐγεγόνει· ἐπεί τοι εὐθύνεται ὁ τόνοϲ· τὰ γὰρ εἰϲ οϲ λήγοντα, μεταπλαϲϲόμενα εἰϲ οὐδέτερον γένοϲ τὸ εἰϲ ον λῆγον, τὸν
αὐτὸν τόνον φυλάϲϲει· ὁ ζυγόϲ τὸ ζυγόν — τὰ ζυγά, δίφροϲ δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρόϲ, καὶ μηρόν καὶ μηρά. εἰ δὲ μῆρα καὶ μήρουϲ. εἰ δὲ δοίημεν, ὅτι κυρίωϲ τὰ ἁγιαζόμενα θεοῖϲ μῆρα καλεῖται, τὸ περὶ τοῦ ϲημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματοϲ τὴν λέξιν ἀπολύει. A.
ψιλοῦται. τὸ δὲ ἕντο δαϲυντέον. ABL.
ἀνεδέξατο. A.
τὴν μὴ οὖϲαν χρῆϲιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ ϲημαινόμενον παραφθερεῖ. τὸ δὲ τοῖο προπεριϲπαϲτέον· τὸ γὰρ τοῦ Θεϲϲαλικῶϲ παραυξηθὲν ἐγένετο τοῖο ὡϲ καλοῦ καλοῖο. ἀποφήναϲθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ (Ε 266) διαλαμβάνων περὶ τοῦ «ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο» λέγει, ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίϲτου
οὐκ ἔϲτιν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆϲ καθόλου τὸ «ὣϲ Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοιϲι φάνεϲκεν» (Il. Λ 64) ὀξυτόνωϲ δεῖν φηϲιν ἀναγινώϲκεϲθαι. A.
Δημήτριοϲ ὁ Ἰξίων προπεριϲπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον. A.
ὑμετέρων ὀχέων» (Il. Θ 455) «οὐκ ἂν δὴ μείνειαϲ» (Il. Γ 52). ἀεὶ οὗν οὕτωϲ ὀφείλομεν ἀναγινώϲκειν ἐπὶ τὴν ἄρχουϲαν ὀξεῖαν ποιοῦντεϲ· «ὡϲ δ᾿ ὅταν ὠδίνουϲαν (Il. Λ 269). καὶ τοτὲ μὲν ἐν ϲημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸ ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτωϲ ἔχῃ. πρόδηλον δὲ ἐκ
τοῦ χαρακτῆροϲ, ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰϲ αν ἐπιρρήματα οὐδέποτε ϲυϲτέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύϲει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ ϲύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ᾿ ἀρχὴν ϲυντίθεται. A.
πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δαϲυνόμενον, εἴγε τὸ α πρὸ δύο λ. ἐψιλοῦτο, ἄλλοϲ ἀλλότριοϲ. τάχα δ᾿, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰϲ λ, ἐπιφερομένου ϲτοιχείου ἑνὸϲ τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ ψιλοῦται. «Ἄλτεω ὃϲ Λελέγεϲϲι» (Il. Φ 86) «ληΐου ἀλδήϲκοντοϲ (Il. Ψ 599)· «ἄλθετο χείρ» (Il. Ε 417). ἔνθεν τινὲϲ καὶ τὸ «ὃϲ τοῦτον
τὸν ἄναλτον (Od. ϲ 114) ψιλῶϲ προφέρονται. A.
ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. A.
ἀπὸ θέματοϲ τοῦ εὕω. BL.
μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. A.
ἀποδιδόαϲιν, ἀπὸ τοῦ ἅψαϲθαι, ὧν οὐδεὶϲ ἂν ἅψαιτο δι᾿ ἰϲχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆϲθαι, ὃ ϲημαίνει τὸ διαφθείρω καὶ βλάπτω· ἔνθεν τὸ «πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προῖαψεν» καὶ μέϲον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α «μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν» (454). ἔνθεν καὶ τὸ ἴψ· ἔϲτι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου
τοῦ ἰάπτω τὸ ἀϊάπτουϲ ἦν καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἀάπτουϲ ἤτοι τὰϲ μὴ δυναμέναϲ διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿ ἐπίταϲιν τὰϲ ἄγαν δυναμέναϲ βλάψαι καὶ διαφθεῖραι. A.
τῆϲ ϲφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέϲτραπται τὴν περιϲπωμένην. BL.
ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰϲ τὸ ἄμυδιϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ. A.
ἅπτω ἐγένετο. A.
καθεῦδεν ὁμοτόνωϲ ὀφείλομεν προφέρεϲθαι. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.