ΕΙC ΤHN Φ.
ἐπεὶ τὸ α καὶ τὸ καταλήγοντα εἰϲ τὸ ρ ἑπομένου τοῦ π δαϲύνεϲθαι ἤθελεν, ὡϲ ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέοϲ, ἑρπετόν, ἑρπύζω, Ἅρπυια, καὶ τὸ ὄρπηξ τούτοιϲ ἐξομοιοῦντέϲ τινεϲ ἠθέληϲαν δαϲύνειν, οἷϲ οὐκ ἐπείϲθη ἡ παράδοϲιϲ, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεοναϲμῷ φηϲι (sc. Herodianus) τοῦ π γεγενῆϲθαι τὸ ὄνομα. Α.
οὖν οὕτωϲ λέγειν, ὡϲ ἐϲ τῆϲ κλίϲεωϲ πολλάκιϲ καταλαμβανόμεθα τοὺϲ τόνουϲ τῶν εὐθειῶν. τὰ δὲ εἰϲ γων λήγοντα ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ τότε μὲν θέλει ὀξύνεϲθαι ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεϲθαι ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου Παφλαγόνοϲ, Λαιϲτρυγόνοϲ, Πηλαγόνοϲ «Πηλαγόνων ἐλατῆρα» (Callimachi,
v. Et.M.s. v. cl. Steph. Βyz.s. Πηλαγονία), ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ, «ἀρηγόνοϲ ἡμετέροιο» («ignoti poetae» Lob. Ai. p. 166). οὕτωϲ οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήϲεται Πηλεγόνοϲ γάρ, καὶ Πηλεγόνα ἡ αἰτιατική, «ὃϲ τέκε Πηλεγόνα» (v. 159). τὰ δὲ ἄλλωϲ κλιθέντα βαρύνεται, Οὐκαλέγων, Πελάγων (e. g. Δ 295), Ϲαλάγγων,
«μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apollon. Rhod. IV 337). τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ κατάπυγοϲ, ὡϲ καὶ τοῦ ἄπειροϲ τὸ ἀπείρων. A.
φηϲι τοῦ ἔμμεναι». καὶ οὐδέν ἐϲτι τὸ κωλῦον. A.
ἐγκλιτική· διὸ τῆϲ ἐπί προθέϲεωϲ τὸ τέλοϲ ὀξύνουϲιν. A.
κείμενον. A.
τὸν ϲχηματιϲμόν. ἄμεινον δὲ ψιλοῦν, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, φάϲκων ἀπὸ τοῦ ἀλίζεϲθαι γεγενῆϲθαι, τουτέϲτιν ἀθροίζεϲθαι, ὥϲτε ϲημαίνεϲθαι τὸ κατωφερῆ. καὶ γὰρ τοῦ χωρίου ἐϲτὶ τὸ ἐπίθετον. τοῦ δὲ φθάνει ἐκτατέον τὸ α διὰ τὸ μέτρον ὥϲπερ καὶ Ἀρίϲταρχοϲ ἠξίου. A.
τινι ἐπιθετικῶϲ. ἔϲτι δὲ αὐτοῦ τὸ ἑνικὸν « ψεῦδοϲ δ’ οὐκ ἐρέει» (0d. γ 20). A.
λέγει ὅτι ϲυναλοιφὴν πέπονθε διὰ τοῦ η. δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃϲ ἐνθάδε, εἶτα ἐτράφ’ ἄριϲτοϲ, οὐχ ὡϲ οἱ πολλοὶ τέτραφ’ ἄριϲτοϲ, ἀπὸ τοῦ τ ποιοῦντεϲ τὴν ἀρχὴν τοῦ ῥήματοϲ καὶ προπαροξύνοντεϲ. A.
οἰνοχόηϲ. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι. A.
ὥϲπερ ἤδη προείπομεν ἐπὶ τοῦ ὀλβιόδαιμον (Ιl. 182) γενόμενοι. A.
τοῦ «δεῦρό νυν ἢ τρίποδοϲ» (Π. ψ 485) καὶ «ἐκτελέει ὅϲα πού νυν ἐέλπεται» (Ιl. Κ 105). A.
οὐδετέρῳ τὸ α τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ. οὕτωϲ ὄνειδοϲ ὀνείδειοϲ. παρεφυλάξατο (sic A) δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ τὸ ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεϲθαι ἡ παραγωγή, πελάγιοϲ, ἅγιοϲ, Θάλπιοϲ. AV.
ἔϲτι δὲ καὶ πελειάϲ ὀξυτόνωϲ, ἔνθεν τὸ «αἱ δὲ βάτην τρήρωϲι πελειάϲι» (Π. ε 778). καὶ ἔϲτιν ὅμοιον τῷ μαῖα καὶ μαιάϲ. A.
ἀμύνειεν. οἶδα δὲ καὶ τὴν ἀλάλκοι γραφήν. A.
ἄλλου δὲ οὐδενόϲ, παιγμόϲ ἐμπαιγμόϲ. κηρυγμόϲ ἐκκηρυγμόϲ, καὶ τὸ ὑλαγμὸϲ οὖν παρὰ τὸ ὑλάϲϲειν γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν. BV.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.