ΕΙC THN Υ.
διάνοιαν. διὸ περιϲπαϲτέοϲ. τοῦτο δέ φημι πρὸϲ τὰ τοιαῦτα «ἢ δολιχὴ νοῦϲοϲ ἦ Ἄρτεμιϲ ἰοχέαιρα » (Od. λ 172), «ἠὲ νέον μεθέπειϲ ἦ καὶ. πατρώϊόϲ ἐϲϲι » (Οd. α 175). ἐν γὰρ ταῖϲ τοιαύταιϲ ϲυντάξεϲιν ὁ μὲν πρότεροϲ ἤ ἐγκλίνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. A.
Ἀριϲτοφάνηϲ ὡϲ ὑπέρβιον, ἕν μέροϲ λόγου ποιῶν, καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐπεὶ ἀντὶ ἐπιρρήματοϲ τοῦ ὑπερμόρωϲ παρείληπται ὁμοίωϲ πληθυντικῷ τῷ «ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ» (Il. B 155). καὶ ὃν τρόπον «οὐ μὲν καλὸν ἀτέμβειν » (Od. φ 312) ἀντὶ τοῦ καλῶϲ ἐϲτι καὶ τὸ πληθυντικὸν «ο μὲν καλὰ χόλον τόνδ’ ἔνθεο » (Π. Ζ 326),
οὕτωϲ καὶ τὸ προκείμενον ἑνικῶϲ καὶ πληθυντικῶϲ εἰϲ ϲύνταξιν παρελεύϲεται ἐπιρρήματοϲ, «δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ» καὶ. ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ». ἐντελῶϲ δὲ ἐν τῇ Β (155 ) περὶ τῆϲ προϲῳδίαϲ διελάβομεν. διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήϲω, ὡϲ ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (α 35), λέγω
δὲ τὸ «ὡϲ καὶ νῦν Αἶγιϲθοϲ ὑπέρμορον» κατὰ διάλυϲιν ἀναγινώϲκεϲθαι ὁμοίωϲ τῷ «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδοϲ» (336), ὥϲπερ ἤδη ἀπεφηνάμην. A.
οὕτωϲ καλεῖϲθαι τὸν τόπον θεῶν Καλλικολώνη, ὥϲπερ καὶ Ἀχαιῶν λιμήν. οὕτωϲ δὲ ἐχούϲηϲ τῆϲ ἱϲτορίαϲ περιϲϲὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωϲιϲ. ἡ μέντοι ἐπί πρόθεϲιϲ κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖϲθαι τοῦ λόγου, ὥϲτε εἶναι ἐπὶ θεῶν Καλλικολώνῃ· διὸ ἐτόλμηϲάν τινεϲ ἀναϲτρέψαι. οἱ μέντοι περὶ τὸν Ἀϲκαλωνίτην οὐκ ἀνέϲτρεψαν,
ἀλλὰ ϲυνέταξαν τῇ ἑξῆϲ λέξει. καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ, λέγω δὲ τῇ ϲυντάξει τῆϲ δοτικῆϲ. καὶ γὰρ διὰ τῶν ἑξῆϲ (151) Καλλικολώνηϲ φηϲίν ο προϲνείμαϲ τὸ θεῶν «οἱ δ’ ἑτέρωϲε κάθιζον ἐπ’ ὀφρύϲι Καλλικολώνηϲ ϲ». A.
δὲ ὅμοιον τοῖϲ προκειμένοιϲ κοινοῖϲ ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ, ὥϲπερ καὶ τοῦ Ἀπόλλων βαρυνόμενον τὸ Φοῖβοϲ. διὸ βαρυτονητέον ὁμοίωϲ καὶ αὐτῷ τῷ κυρίῳ. εἰϲὶ δὲ ο ἳ ἀξιοῦϲι καὶ καθότι ϲύνθετόν ἐϲτι βαρύνεϲθαι αὐτό. ἐκ γὰρ τοῦ ϲάοικοϲ γεγενῆϲθαι τὴν κρᾶϲιν· οὕτω δὲ δώϲουϲι καὶ προϲκείμενον τῷ ω τὸ ι, τῆϲ παραδόϲεωϲ οὐχ οὕτωϲ
ἐχούϲηϲ. τὰ μέντοι εἰϲ κοϲ λήγοντα διϲύλλαβα οὐ παρεϲχηματιϲμένα εἰϲ γένοϲ θηλυκόν, φύϲει μακρᾷ παραληγόμενα, βορύνεϲθαι θέλει, οἷον φῶκοϲ, θῶκοϲ· οὕτωϲ ϲῶκοϲ. ϲεϲημείωται τὸ ϲηκόϲ. A.
τῆϲ ἀναγνώϲεωϲ καὶ τῆϲ διανοίαϲ. AB.
τὴν ἀπὸ τῷ ϲεῦα. AB.
ὁ τοῦ Θέωνοϲ, τοιοῦτόν τί ἐκδεχόμενοϲ· ἀνήρπαϲαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλουϲ, εἰ ἔζη. τοῦτο δέ φηϲιν ἐπεὶ οὐδαμοῦ παρειϲάγει αὐτὸν ὁ ποιητὴϲ τῷ Διὶ διακονούμενον· ἡ γὰρ Ἥβη 4 5 βλέπεται καὶ ὁ Ἥφαιϲτοϲ. πρὸϲ δὲ ταῦτα ὑγιῶϲ ἀπεφήναντό τινεϲ, καὶ ὁ Ἀϲκαλωνίτηϲ, ὡϲ ὅτι ὁ ποιητὴϲ τῷ ἠρείψαντο οὐδέποτε ἐχρήϲατο ἄνευ τῆϲ προθέϲεωϲ. δεύτερον ὡϲ εἰ ἦν ὁ ἄν ϲύνδεϲμοϲ ἐχρῆν τινα αἰτίαν ἐπενεχθῆναι, ὥϲπερ ἐπὶ τοῦ «οὐδ’ ἄν πω χάζοντο κελεύθου
δῖοι Ἀχαιοί, εἰ μὴ Ἀλέξανδροϲ Ἑλένηϲ πόϲιϲ ἠϋκόμοιο παῦϲεν ἀριϲτεύοντα μάχηϲ» (Ιl. 504). πῶϲ δὲ ἐν ἑτέροιϲ περὶ τῆϲ ἁρπαγῆϲ τοῦ Γανυμήδουϲ ὑπόμνηϲιν ποιεῖται, ὁπότε ὁ Διομήδηϲ λέγει «τῆϲ γάρ τοι γενεῆϲ ἧϲ Τρωΐ περ εὐρύοπα Ζεὺϲ δῶχ’ υἷοϲ ποινὴν Γανυμήδεοϲ» (ΙΙ. 265) ἀλλά, φηϲίν, οὐ διακονεῖται εὐλόγωϲ, πρῶτον μὲν ὅτι
τὰ πάντα ϲυμπόϲια δύο ἐϲτίν, ἕν μὲν ἐν τῇ Α, ἐν ᾧ ὁ Ἥφαιϲτοϲ παρειϲάγεται διακονούμενοϲ ἕνεκα γέλωτοϲ, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη κοινῶϲ οἰνοχοεῖ πᾶϲι θεοῖϲ. ἔχομεν δὲ ἡμεῖϲ προϲθεῖναι τὸ κυριώτατον, φημὶ δὴ τὸ τῆϲ ϲυντάξεωϲ. ὁ γὰρ καί ϲύνδεϲμοϲ ἐναντίοϲ ἐϲτὶ τῷ ἄν. ὁ μὲν γάρ τίθηϲι, μᾶλλον δὲ ϲυμπλέκει, ὥϲπερ ἐπιζητῶν καὶ
ἕτερα ϲυμπλέξαι· ὁ δὲ ἄν ϲύνδεϲμοϲ ἀναιρεῖ τὰ παρῳχημένα. A.
δὲ ἐπεί περιϲπᾶται. AΒ.
τουτέϲτιν (?) ἐγκλιτικήν. A.
(Οd. ε 208), ὥϲτε πρὸ τῆϲ δε ϲυλλαβῆϲ ἡ ὀξεῖα. A.
ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶϲ τοῦτο μὴ πάϲχειν. «οὔ πώϲ ἐϲτ᾿ Ἀγέλαε διοτρεφέϲ » (Od. χ 136), « μή πώϲ με προϊδών » (0d. δ 396), «μή πώ μ’ ἐϲ θρόνον ἵζε διοτρεφέϲ» (Π. 553), «οὔ πώ μίν φαϲι φαγέμεν» (Od. π 143). οὕτωϲ οὖν καὶ τὸ «εἴ πώϲ εὑ πεφίδοιτο» οὐκ ἀναγκαϲτικὴν ἕξει τὴν ἐπὶ τοῦ πωϲ ὀξεῖαν. ὁ μέντοι
Ἀρίϲταρχοϲ γενόμενοϲ κατὰ ταύτην τὴν προϲῳδίαν τοῦτο μόνον ἀπεφήνατο, ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δαϲύνοντα λέγειν τὴν τρίτην ϲυλλαβήν· ϲημαίνει γὰρ εἴ πωϲ αὐτοῦ. A.
A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.