ΕΙC ΤΗΝ Τ.
ἀπειλή, ὠτειλή. οὕτωϲ καὶ εὐλή. τὸ μέντοι «ἑτέρῃ δ’ ἔχεν οὕλαϲ (Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἵϲωϲ βεβαρυτόνηται μονογενὲϲ ὂν πρὸϲ μονογενὲϲ ὀξυνόμενον τὸ οὐλή. προϲέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ διὰ τὸ δείλη βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. A.
ἄρτι τοῦτο ἀμφοτέροιϲ ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖϲ ἀχνύμενοι μενεήναμεν. οὐκ ἔϲτι δέ, ἀλλὰ ὡϲ εἴπομεν, ἵνα ῇ ἐρώτηϲιϲ Ἀτρείδη, ἆρά τι κρεῖϲϲον ἐκ τῆϲ ἔριδοϲ ἐγένετο ἡμῖν, A.
γεγονέναι (non ab ἔρα ἡ ἐροφοῖτιϲ, ut ex sch. BV ntelligitur) ἐπεὶ ἀοράτωϲ φοιτᾶ· ἀέρα γὰρ λέγει τὸ ϲκοτεινὸν κατάϲτημα· «ἠέρι γὰρ κατέχοντο» (ΙI. P 368) καὶ «ἀὴρ παρὰ νηυϲὶ βαθεῖ’ ἦν (0d. ι 144). A.
ὁ μὲν Ἀϲκαλωνίτηϲ περιϲϲὴν ἡγεῖται τὴν διά πρόθεϲιν· εἰναι γὰρ τὸ ἑξῆϲ θεὸϲ πάντα τελευτᾷ. Δίδυμοϲ δὲ ἡγεῖτο ϲημαντικὴν αὐτὴν εἰναι τοῦ διόλου καὶ μὴ παρέλκειν ὥϲπερ ἐπὶ τοῦ διηλίτηϲ ὁ δι’ ὅλου ἁμαρτάνων. οὐ προϲεκτέον δὲ τοῖϲ ὑφ’ ἓν ἀνεγνωκόϲιν (sc. θεόϲδια). Β.
καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆϲ, ὥώϲπερ ἐπὶ τοῦ νεῦϲ’ ἐπὶ οἷ καλέϲαϲ» (Od. ρ 330), καὶ « προτὶ οἷ δὲ λαβλν ἔντερα » (Ιl. τ 418)· οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ ϲυντάξει. ἄλογον γὰρ τὸ τοιοῦτον ὥϲτε ἐπιφέρεϲθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖϲθαι δοτικὴν ὑπάρχουϲαν, ὅπερ οὐχ ὑγιέϲ· ἀεὶ γὰρ τοῖϲ πρωτοτύποιϲ ὁμόπτωτὸϲ
ϲυντάϲϲεται ἡ αὐτοῦ ἀντωνυμία. πειϲτέον οὖν Ἀλριϲτάρχῳ γράφοντι πειρήθη δ’ ἕο αὐτοῦ. Α.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.