ΕΙϹ ΤΗΝ Ϲ.
μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (Ιl. Β 292). προϲέθηκα δὲ μὴ μεταξὺ πιπτουϲῶν λέξεων διὰ τὸ «ἄπο πλυνοί εἰϲι πόληοϲ (Od. ζ 40) οὐ γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξειϲ (cf. quaest.ep. p. 94). A.
γὰρ εἰϲ ω λῆγον ἐπίρρημα θέλει ὀξύνεϲθαι. A.
τὸ ἑξῆϲ ἐϲτιν ἀπολέϲῃ. διὸ οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐϲτιν ὑπ’ ἐμῷ. εἰϲὶ μέντοι οἵ οὐκ ἀνέϲτρεψαν, ἀλλὰ ϲυνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροιϲ γὰρ οὕτωϲ αὐτὸν εἰρηκέναι «« δουρὶ δ’ ἐμῷ κτεάτιϲϲα » (ΙI. Π 57). A.
τὸ ἀρῆϲ, ἱνα ϲημαίνῃ τὸ βλάβηϲ. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ ἡμεῖϲ. τὸ δὲ δῆϲεν διϲύλλαβον ἐκδεκτέον ποιητικόν, καὶ τὸ ε τοῦ προκειμένου ἐϲτὶ ϲυνδέϲμου. A.
«αὕτωϲ ἐνδίεϲαν ταχέαϲ κύναϲ ὀτρύνοντεϲ»» (584) παραιτητέον γὰρ τοὺϲ οἰομένουϲ πλεοναϲμὸν εἶναι τοῦ δ καὶ δαϲύνονταϲ· διδάϲκει γὰρ ἡμᾶϲ 2 ὁ ποιητὴϲ καὶ δι’ ἄλληϲ κλίϲεωϲ τὸ ἀκόλουθον κίνημα. ὡϲ γὰρ τίθενται, οὕτωϲ δίενται· «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται (Ιl. ψ 475). ὥϲπερ οὖν παρὰ τὸ τίθενταί ἐϲτιν ἀπαρέμφατον τίθεϲθαι, οὕτωϲ καὶ παρὰ τὸ δίενται τὸ δίεϲθαι. ἐπίϲταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ «τόν ῥα κύνεϲ τε καὶ ἄνδρεϲ ἀπὸ ϲταθμοῖο δίωνται » (ΙΙ. P 110. ubi
vide). A.
ἄλλοιϲ ἀναγνώϲμαϲιν ὁ ἀνὴρ τοιοῦτοϲ, προείπομεν ἤδη (Β 153 v. quaest. ep. p. 76). A. (partim eiam) B.
μέντοι ἀνδρωνυμικὸν ὀξύνεϲθαι ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ πρὸϲ διαφοράν. ὁ μέντοι λόγοϲ ϲυναγωνίζεται τῇ βαρείᾳ τάϲει· τὰ γὰρ εἰϲ νοϲ λήγοντα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου διϲύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ υ, βαρύνεϲθαι θέλει, ὕμνοϲ, κύκνοϲ, λύχνοϲ, Κύθνοϲ. οὕτωϲ ἄρα καὶ ϲκύμνοϲ. A.
οὕτωϲ· παραιτητέον δὲ τὸν Ἀϲκαλωνίτην οἰόμενον ἀπὸ τῆϲ λίϲ (cod. λῖϲ) εὐθείαϲ κεκλίϲθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτηϲε τὰ εἰϲ ιϲ μονοϲύλλαβα διὰ τοῦ τ κλίνεϲθαι. μεταπλαϲμὸϲ οὖν ἐϲτι τῆϲ λιτῷ δοτικῆϲ, ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ· καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλαϲται ἐκ τῆϲ λιτόν ὡϲ κρόκα ἐκ τῆϲ κρόκην. τὸ δὲ παρὰ
τῷ ποιητῇ « κάθηράν τε ῥύπα πάντα» ( Od. ζ 93), εἰ μή ἐϲτι πληθυντικὸν οὐδέτερον , τοῦ προκειμένου μεταπλαϲμοῦ ἔχεται. οὐχ ὁμότονοϲ δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶϲα αἰτιατικὴ εἰϲ α λήγουϲα ἐβαρύνετο, ὑπεϲταλμένηϲ τῆϲ τινά κατὰ ἀόριϲτον προφοράν. (Hanc ultimam regulam de accusativo, alibi saepius item prolatam , Θ 441
3 dedit cum additamento, ut diceret nulus accusativus ἀπαθήϲ, propter εὐφυᾶ et simil.»). A.
τάλαρόν θ’ ὑπόκυκλον » κατὰ ϲύνθεϲιν ἀνεγνωϲμένον ἑτέρου ἔχεται. ϲημαινομένου. A.
τοῦ ῑ, παρὰ τὸ «θάρϲοϲ ἄητον ἔχουϲα» (Φ 395), οἷον ταχὺ καὶ κινῃτικόν, Πρωτέαϲ δὲ ἐν ἴϲῳ τῷ ὡρμημένῳ, παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ ἄητον πῶϲ δυνατὸν τρίτην ἀπὸ τέλουϲ ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶϲ κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεϲθαι τῷ Φιλοξένῳ· φηϲὶ.
γὰρ αὐτὸ ϲύνθετον εἶναι παρὰ τὸ ἐτόϲ, ὡϲ θετόϲ, ὃ ϲημαίνει τὴν ὕπαρξιν, ἐξ οὖ τὸ ἀληθέϲ, ὃ καὶ γίνεται ἐτεόϲ. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ οὐκ ἐτόϲ ἀντὶ μεϲότητοϲ τῆϲ ἐτῶϲ. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέϲτι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνοϲ·
ὁρᾶται γὰρ ϲύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον, ἄκλητον, ἄκμητον· οὕτωϲ ἄητον. A.
ἔνθεν παρ’ αὐτοῖϲ καὶ ἡ ϲυναλοιφὴ διὰ δαϲέοϲ, καθημαξευμένα. AD.
ἐπεὶ τὸ Ἴϲτροϲ ψιλοῦται. A.
τοῖϲ οὐδετέροιϲ ἀεὶ τὰ ἀρϲενικὰ κατὰ τὸ τέλοϲ κατὰ τὴν ἡμετέραν διάλεκτον, 4 ἑνὸϲ ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύναϲθαι περιϲπωμένην ἐπὶ βραχείαϲ εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάϲηϲ καταλήξεωϲ ἐχούϲηϲ παραϲχηματιϲμὸν οὐδετέρου, μέλαϲ μέλαν, τάλαϲ τάλαν, πᾶϲ πᾶν, εὐμήκηϲ εὔμηκεϲ, ταχύϲ ταχύ, φίλοϲ φίλον, ϲώφρων ϲῶφρον. ὅθεν εἰ οὕτωϲ ἀνέγνωμεν «οὐδὲν ὄλιζον ἕξομεν», καὶ τὸ ὀλίζων βαρύνειν
ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖϲ εἰϲ ων ὀξυνομένοιϲ ὀνόμαϲι παράκειται οὐδετέρου παραϲχηματιϲμόϲ, τοῖϲ μέντοι βαρυνομένοιϲ, ϲῶφρον, τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρϲενικὸν βαρύνεται. ἐϲχημάτιϲται δὲ ϲυγκριτικῶϲ κατὰ πάθοϲ. παρὰ γὰρ τὸ ὀλιγώτεροϲ κατὰ δεύτερον τύπον (v. E. Gud. s. κάρρων) τὸ ὀλιγίων μὴ
εἰρημένον ϲυγκριτικῶϲ, ὑπερθετικῶϲ δὲ ἐν τῷ ὀλίγιϲτοϲ, ἐξέπιπτε. τρίτεροϲ τοϲ τύποϲ ὁ διὰ δύο ϲϲ, ὀλίϲϲων· τὰ δὲ δύο ϲϲ μετέπεϲεν εἰϲ τὸ ζ, καὶ ἀπετελέϲθη τὸ ὄλιζον. οὕτωϲ οὖν ἐϲχηματίϲαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν ϲτοιχείων. A .
ἄρδω ἔχει ἐκτεινόμενον τὸ α· «τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν» (Ar. Eq. 96. 114). οὐχ ὅϲα μέντοι ἐν ῥήμαϲιν ἔκταϲιν ἔχει, καὶ ἐν ὀνόμαϲιν· παρὰ γὰρ τὸ ἄϲϲω καὶ κατάϲϲω (i. e. ἄγνυμι v. Hes. ἄϲϲει κατάϲϲει et ib. interprtt.) καὶ μέλλοντα τὸν ἄξω καὶ προϲτακτικὸν τὸ ἆξον δὴ ἔγχοϲ Διομήδεοϲ» (Ιl. Ζ 306) ἡ ἀξίνη ϲυϲτέλλει τὸ α, παρά
τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτεινόμενον ϲυϲτέλλομεν ὄνομα Ἄρην «πιϲϲοκωνίαϲ Ἀρην» Κρατῖνοϲ. A.
καὶ διθύραμβοϲ. A.
δὲ ἔχοντα βαρύνεϲθαι, βέβηλοϲ, κίβδηλοϲ, κάπηλοϲ. εἰ δὴ καὶ τὸ ἐρύγμηλοϲ οὐκ ἔχει θηλυκόν, δῆλον ὅτι ὑγιῶϲ βαρυτονηθήϲεται καὶ οὐ 5 δεόντωϲ αὐτὸ Τυραννίων ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸϲ «ἤρυγεν ἑλκόμενοϲ Ἐλικώνιον» (Ιl. Υ 404), ἐρύγηλοϲ, καὶ ἐν πλεοναϲμῷ τοῦ μ ἐρύγμηλοϲ. A.
ἄϲτυ μέγα Πριάμου δίον » ἀντὶ τοῦ ἐδιώχθην (Ιl. X 251). ϲημαίνει δὲ τὸ ἐπώτρυνον. εἴρηται δὲ ὅτι κλίϲιϲ ἐϲτὶ τοῦ δίημι τὸ ἐνδίεϲαν (Ϲ 162). καὶ οὐ προϲεκτέον τῷ Ἀϲκαλωνίτῃ δαϲύνοντι τὸ ι καὶ πλεοναϲμὸν τοῦ δ (Cod. ι) εχομένψῳ AV.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.