ΕΙϹ ΤΗΝ Ρ.
τοῖϲ ἑνικοῖϲ τὰ εἰϲ ᾱι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰϲ αϲ καὶ εἰϲ ηϲ ἰϲοϲυλλάβωϲ κλινομένων καὶ βραχείᾳ παραληγομένων. A.
ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήϲεται. οὐ μάχεται τὸ πόρτιϲ· καὶ γὰρ χωρὶϲ τοῦ τ «πόριεϲ περὶ βοῦϲ ἀγελαίαϲ» (Od. κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόϲκειται διὰ τὸ πότιϲ, ᾧ παράκειται τὸ πότηϲ. A.
διὸ καὶ ϲὺν τῷ ι γράφεται τὸ δῃῶν. A.
γὰρ ἐπὶ ἐνεϲτῶτοϲ χρόνου. A.
Διδύμου (cf. Λ 160) περὶ τοῦ ἆ δειλ᾿ , πῶϲ δεῖ τονίζειν αὐτὸ καί φηϲι· πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐϲτι τὸ τῆϲ ἀναγνώϲεωϲ, ἆ δείλ᾿ οὐδέ τί τοι θάνατοϲ, ἢ ἆ δεῖλ᾿ οὐδέ τί τοι θάνατοϲ. τὸ γὰρ πλῆρέϲ. ἐϲτιν ἆ δειλέ· οὐ γάρ, ὡϲ οἱ ἐξηγηϲάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροιϲ γὰρ αὐτὸϲ λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (φ 86).
περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυϲιϲ γέγονεν. ἀρά γε οὖν φυλαχθήϲεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆϲ ὀξείαϲ περιγέγραπται καὶ ὁ τόνοϲ; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιϲτάμενοι ἀναγνῶμεν· ἕν ἐϲτιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνοϲ γενέϲθω τῆϲ προτέραϲ ϲυλλαβῆϲ, οὐχὶ τῆϲ ἐπὶ
τέλουϲ. A.
ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει. A.
τὴν ἐπί. V.
κυλίνδων ἀναγινώϲκομεν· «μέγα κῦμα κυλίνδων» (Od. ε 296). A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.