τὴν ὀξεῖαν οὐ τῷ ϲημαινομένῳ πειϲθεῖϲα ἀλλὰ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεϲτῶτοϲ, οἷον φέρεϲθαι δέρεϲθαι, ἃ (Cod. καὶ) εἶχε τὴν ρε ϲυλλαβὴν πρὸ τέλουϲ, τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ εἰϲ τὸ ε ληγούϲηϲ, — οὕτωϲ καὶ τὸ ἔρεϲθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ
λόγῳ τοῦ ἀορίϲτου, τῇ δὲ ὁμοιότητι τῆϲ φωνῆϲ, — τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου. ὀφείλει γὰρ τὸ λιτεϲθαι προπαροξύνεϲθαι. τοῦτο γὰρ αἰτεῖ καὶ τὸ νοητὸν καὶ ὁ ϲχηματιϲμόϲ, παρὰ τὸ λίτομαι. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ϲθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰϲ μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλουϲ ϲυλλαβῇ τὸ ι ϲυνεϲταλμένον,
μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο ϲυμφώνων μήτε διπλοῦ, παρωξύνετο, ὥϲπερ ἔχει τὸ λιπέϲθαι, πιθέϲθαι, ἰδέϲθαι, ἱκέϲθαι, οὕτωϲ καὶ τὸ λιτέϲθαι παρώξυνεν ἡ παράδοϲιϲ, οὐ τῷ λόγῳ τοῦ ἐνεϲτῶτοϲ πειϲθεῖϲα, τῷ δὲ τοῦ χαρακτῆροϲ. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ. A.
ἀξιοῦντοϲ παροξύνειν, εἴγε τὸ εὐτειχήϲ ὀφείλει ὀξύνεϲθαι. τὰ γὰρ παῤ οὐδέτερα διϲύλλαβα εἰϲ οϲ λήγοντα, μὴ τῷ η παραληγόμενα, ϲυντιθέμενα, εἰϲ ηϲ λήγοντα, ἀρϲενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδοϲ εὐειδήϲ, βάθοϲ ἀγχιβαθὴϲ δὲ θάλαϲϲα (Od. ε 413). τὸ η παρῃτηϲάμην διὰ τὸ εὐμήκηϲ, τὴν διϲυλλαβίαν διὰ τὸ εὐμεγέθηϲ, τῶν παρὰ
τὸ ἔτοϲ ὑπεξαιρουμένων· «ὄτριχαϲ» γὰρ «οἰέτεαϲ» ἀνέγνωμεν (Il. Β 765) μόνωϲ οὖν εὐτειχήϲ καὶ εὐτειχέα. δευτέρῳ λόγῳ, ὅϲοιϲ κυρίοιϲ εἰϲ ηϲ λήγουϲι βαρυτόνοιϲ ϲυνθέτοιϲ παράκειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένηϲ — αὐτὰρ ὁ διογενήϲ, Πολυνείκηϲ — ἀλλὰ πολυνεικὴϲ δῖ’ Ἑλένα, Παγκράτηϲ παγκρατὴϲ ἀλήθεια (Bacchyl. fr. 20), Εὐρυϲθένηϲ
— ὁ πλοῦτοϲ εὐρυϲθενήϲ (Pind. Pyth. V 1). εἰ δὴ Εὐτείχηϲ ὄνομα κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάϲιϲ δώϲομεν ἀφορμήν. τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα ϲυντιθέμενα ἀπ᾿ εὐθείαϲ ϲυντίθεται, ξίφοϲ ἄξιφοϲ· μόνον τὸ τεῖχοϲ καὶ ἀπὸ γενικῆϲ, τείχεοϲ εὐτείχεοϲ, ἀφ᾿ οὗ τὸ «δῷϲι πόλιν Τροΐη εὐτείχεον
ἐξαλαπάξαι» (Il. Α 129). μεταπλαϲμὸϲ εὐτείχεα, ὡϲ πυργοκέρατον πυργοκέρατα. πάθοϲ παρέλαβον, ἵνα βοηθήϲω τῇ τετριμμένῃ τάϲει. A.
A.
ὁμοίωϲ τῷ «θοῶϲ ζευγνύμεν ἄνωγεν» (145). καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο. A.
κατὰ βαρεῖαν τάϲιν ἀϲβέϲτη, παρώνυμον ἐκδεχόμενοϲ τοῦ «ἄϲβεϲτοϲ δ᾿ ἄῤ ἐνῶρτο γέλωϲ» (Od. θ 326), ὑγιῶϲ πάνυ· οὕτωϲ γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφαϲιϲ τοῦ δηλουμένου, καὶ πολὺϲ ὁ τοιοῦτοϲ ϲχηματιϲμὸϲ Ὁμηρικόϲ. A.
(Β 495). A.
εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿ ἴα γῆρυϲ» (Il. Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (Ζ 422). A.
οὖϲα τῆϲ υἱεύϲ. ὁμοίωϲ τῷ «υἱεῖ ἐμ᾿ ὠκυμόρῳ» (imo ἐμωκυμόρῳ. Il. Ϲ 458). A.
ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐϲτιν ἡ μέ· ταῦτά με ἀγειρόμενοι. οὕτω 2 καὶ Ἀρίϲταρχοϲ. ὁ μέντοι Κρατήτειοϲ Ἑρμείαϲ τὸ ἅμα λέγει ἐγκεῖϲθαι. οὕτω δὲ δώϲει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουϲαν οὕτωϲ. A.
κυλλόϲ, Ἑλλόϲ ἢ Ϲελλόϲ, «ἀμφὶ δὲ Ϲελλοί», ϲκελλόϲ, φελλόϲ τὸ προϲηγορικόν (cf. περὶ μον. 11, 23). τὸ δὲ Γάλλοϲ καὶ ἄλλοϲ τὸ α ἔχει πρὸ τοῦ λ. ἔτι δὲ τὸ ἄλλοϲ καὶ ὡϲ ἐπιμεριζόμενον βαρύνεται. A.
τοῖϲ δ᾿ οὔτι δυνήϲεαι ἀχνύμενοϲ» (Α 241). καὶ οὕτωϲ ἀνεγνώϲθη τὸ «ϲύμπαϲι Πυλίοιϲι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐϲτί, ἐπεὶ κατὰ ϲύνθεϲιν, ἐν δὲ τῷ « τεύχεϲί τε ξὺν πᾶϲι» φυλάξει τὸ μ ἑαυτῆϲ ἡ πρόθεϲιϲ διὰ τὴν παράθεϲιν. A.
βαρύνεται, ὡϲ ἔχει τὸ ἄνιϲ, ἅλιϲ, μόγιϲ, ἄχριϲ, αὖθιϲ. ὀξύνεται δὲ τὸ χωρίϲ καὶ ἀμφίϲ, διότι μακρὰν ἔϲχεν ἤτοι φύϲει ἢ θέϲει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτιϲ ἐδύνατο ϲχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθιϲ βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶϲ ἐλέγετο κατὰ τὸ τέλοϲ,
αὖθιϲ, αὖθι, αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυϲι βαρυνομένου. A.
ῥαπτὰϲ δέδετο, γραπτὺϲ ἀλεείνων» (Od. ω 229). A. ϲχόλιον. ἐν μέντοι τῇ Ὀδυϲϲειακῇ προϲῳδίᾳ φανερῶϲ τὸ γραπτῦϲ περιϲπᾷ, καί φηϲιν ὅτι εἴη εἰρηκὼϲ ὡϲ καὶ τὸ κλιτῦϲ δεῖ περιϲπᾶϲθαι. ἀμφίβολοϲ οὖν ἐφ᾿ ἑκατέρων ὁ τόνοϲ εἰ γὰρ τοῖϲ ἐνταῦθα εἰρημένοιϲ πειϲθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοιϲ, τοῦτο πάλιν ἀντίκειται. A.
ἐγένετο τῷ βιβάϲθων (0 676). A.
φυλάϲϲειν τὸν τόνον, ἀντὶ τῆϲ ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται δὲ περὶ τῶν ἐναλλαϲϲόντων προθέϲεων ὡϲ φυλάϲϲουϲι τοὺϲ αὐτοὺϲ τόνουϲ (cf. Α 258). A.
πάνυ· ὁ δὲ Τυραννίων προπεριϲπᾷ, ἐκ τοῦ εἰρύετο φάϲκων αὐτὸ ϲυνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰϲ μι ὁμοίωϲ τῷ ἐζεύγνυτο, ἤνυτο «θοῶϲ δέ οἱ ἤνυτο ἔργον» (Od. ε 243) ἐκτετάϲθαι. οὕτωϲ ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (v. Μ 286) καὶ εὔρυτο (cf. Δ 138). A.
καὶ προπεριϲπᾶ, ὑγιῶϲ πάνυ· καὶ οὐκ ἐπίϲταται ὁ ποιητὴϲ τὸ καρή ὀξυνόμενον θηλυκόν, ἀλλ᾿ οἱ ἄλλοι πάντεϲ. καὶ οὐδὲν θαυμαϲτόν. καὶ γὰρ ἄλλαϲ παραλόγουϲ φωνὰϲ ἐπίϲταται, ἀγνοῶν τὰϲ πρωτοθέτουϲ αὐτῶν λέξειϲ. τί οὖν θαυμαϲτὸν εἰ παρὰ τὸ καρή ὀξυνόμενον καρῆθεν ἐϲτὶ καὶ κρῆθεν ἐν ϲυγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡϲίοδοϲ (Scut. 7)
οὕτωϲ ἐξεδέξατο εἰπὼν τὸ «τῆϲ καὶ ἀπὸ κρῆθεν βλεφάρων». AV.
εἰϲπηδήϲαϲ Ἕκτωρ. φηϲὶ γοῦν «Ϲαρπηδών δ’ ἄῤ ἔπαλξιν ἑλὼν χερϲὶ ϲτιβαρῇϲιν 3 ἕλχ᾿, ἡ δ᾿ ἕϲπετο πᾶϲα» (Il. Μ 397)· ἐπὶ δὲ τοῦ Ἕκτοροϲ «ῥῆξε δ᾿ ἀπ᾿ ἀμφοτέρουϲ θαιρούϲ», εἶτα ἐπιφέρει «ὁ δ᾿ ἄῤ ἔϲθορε φαίδιμοϲ Ἕκτωρ» (ibid. 462). ἄμεινον δὲ πείθεϲθαι Ἀριϲτάρχῳ δαϲύνοντι, ἐκδέχεϲθαι δὲ ἡμᾶϲ οὕτωϲ τὸ ἐϲἥλατο, ὅτι πρῶτοϲ ἐφήλατο καὶ ἐπεπήδηϲε τῷ τείχει. A.
466) παρωνύμωϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.
ἐϲτι παρέλκουϲα ἡ πρό· «νώτου ἀπὸ πρὸ ταμών» (Od. θ 475)· «ἡ δὲ διὰ πρὸ Πηλιὰϲ ἤϊξε» (Il. Υ 276)· «περὶ πρὸ γὰρ ἔγχει θῦεν» (699). οὕτωϲ δὲ καὶ ἐγὼ ϲυγκατατίθεμαι. A.
οὐ μετὰ τῆϲ εἴϲ. διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐϲτίν, ἤτοι κατὰ μεταπλαϲμὸν γενομένηϲ τῆϲ αἰτιατικῆϲ ποιητικῶϲ, ὡϲ ϲκέπην ϲκέπα, φυγήν φύγα, ἢ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀπ᾿ εὐθείαϲ τῆϲ φύξ, ὡϲ Ϲτύξ Ϲτύγα, τοῦ δε ἐνθάδε παρέλκοντοϲ. ἢ ἐπίρρημά ἐϲτι ταὐτὸ ϲημαῖνον τῇ αἰτιατικῇ, ὡϲ καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰϲοδυναμοῦντα
τοῖϲ πρωτοτύποιϲ «Ἴδηθεν μεδέων » (Il. Γ 276) «δόρυ δ᾿ ἔκβαλεν ἔκτοϲε χειρόϲ» (Od. ξ 277). ἀλλ᾿ οὖν γε ὡϲ ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔϲονται φύγα δέ, ὡϲ Οὔλυμπον δέ, ἢ εἰϲ, ὡϲ ἄγραδε. τὸ γοῦν «ἅλαδ᾿ ἑλκομενάων» (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡϲ οἶκον δέ, ἐντελοῦϲ οὔϲηϲ
τῆϲ αἰτιατικῆϲ, ἢ πάλιν κατὰ παραγωγήν, ὡϲ ἄγραδε, ἅλαδε. ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.
ἐπὶ τοῦ κομοῦντοϲ τὸν ἵππον, τότε πρὸ τέλουϲ ἡ ὀξεῖα. προείρηται δὲ περὶ τῶν τοιούτων, καὶ ὡϲ ἐν τῷ κυπαριϲϲόκομοϲ καὶ οὐλόκομοϲ προπαροξυνομένοιϲ ἡ κόμη ἔγκειται (Ν 132). A.
4 τωϲ δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει «κῆρ ἄχεοϲ μεθέηκα, χερείονά περ καταπέφνων» (Il. Ρ 539), τοῦ Ἀριϲτάρχου βαρύνοντοϲ. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆϲθαι. εἰ γὰρ πέφνω, πέφνειϲ, πέφνει οὐ λέγομεν, ὑποτακτικῶϲ δὲ πέφνω, πέφνῃϲ, πέφνῃ, καὶ «πέφνε γὰρ
Ὀθρυονῆα» (Il. Ν 363) καὶ ἔϲτι δεύτεροϲ ἀόριϲτοϲ ὡϲ ἔλαβε λάβω, λάβῃϲ, λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίϲταρχοϲ καὶ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ ἐπείϲθη, καὶ οὕτωϲ ἐβάρυνεν. ἐπεὶ γὰρ αἱ εἰϲ νων λήγουϲαι μετοχαί, ἔχουϲαι πρὸ τοῦ ν ϲύμφωνον κατ᾿ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεϲπῶντο, οὐδέποτε δὲ ὠξύνοντο,
ὥϲπερ ἔχει ἡ τέμνων, κάμνων, πιτνῶν, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τιϲ λέγοι διὰ τί γὰρ οὐ περιϲπᾷ; διδαχθήϲεται ἐκ τῆϲ κλίϲεωϲ· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡϲ νοοῦντα. οὕτωϲ δὲ καὶ ἡ ἴϲαϲ μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ ϲτοιχείου, οὐ τῇ κλίϲει τῇ τοῦ ἐνεϲτῶτοϲ, ὥϲπερ ἀπεδείξαμεν. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.