ΕΙϹ ΤΗΝ Ο.
Ἀρίϲταρχοϲ. διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί, καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθοϲ τὸ τῆϲ ἀποκοπῆϲ. A.
ὁμηγερέεϲ (Il. Ω 83)· ἐκδέχεταί τε κλίϲιν τὴν ἀπὸ τοῦ εἰμί εἰϲ παθητικοῦ ὑπερϲυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰϲ τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίϲταϲιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται ϲυϲτῆναι κατὰ ϲημαινόμενον ἢ χρῆϲιν Ἑλληνικήν (cf. Ζ 336). διὸ ἄμεινον δαϲύνειν καὶ ἐκδέχεϲθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖϲ ὑποκειμένοιϲ
κεῖϲθαι μὲν τὸν Ἕκτορα, περικαθέζεϲθαι δὲ αὐτὸν τοὺϲ ἑταίρουϲ ϲυγκάμνονταϲ. αὐτόϲ τε ὁ ποιητὴϲ ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶϲ, πῇ μὲν κοινῶϲ εἰπών «τοῖϲι δ’ ἄρα Τρώων ἡγήτορεϲ ἧντ᾿ ἐπὶ πύργων» (Il. Γ 153), πῇ δὲ Ἰωνικῶϲ οἱ δὲ ἕατ᾿ εἰν ἀγορῇ» (Il. Η 414), πῇ δὲ ἐπενθέϲει τοῦ ι πάλιν χρηϲάμενοϲ Ἰωνικῶϲ «εἵατο καὶ προὔχοντεϲ» (Od. γ 8),
ὡϲ καὶ τὸ προκείμενον. A.
καὶ ϲχεδὸν πάντεϲ, καὶ ἡμεῖϲ. εἰϲὶ μέντοι οἳ ἄλλωϲ διέϲτειλαν, οὓϲ ἐλέγχει ὁ Ἡρωδιανόϲ. A.
γὰρ οὗτοϲ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. A.
ὥϲπερ καὶ ἐνθάδε. τοὺϲ μέντοι ἑξῆϲ ἐγκλιτέον ἐν τῇ ϲυντάξει· εἰϲὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡϲ τὸ «ἢ ἔπει ἠὲ βίῃ» (puto ἢ ἔπει ἢ ἔργῳ Α 504). A.
καὶ ἔϲτιν ὅμοιον τοῖϲ τοιούτοιϲ «βεβλήκει γλουτὸν κατὰ δεξιόν, 2 ἡ δὲ διὰ πρό» (Il. Ε 66)· «ἡ δὲ χιτῶν’ ἐνδῦϲα» (ib. 736)· καὶ γὰρ ἐπὶ τούτων διχῶϲ ἀνέγνωϲαν, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδύϲϲείᾳ (ε 391) αὐτίκ’ ἔπειτ’ ἄνεμοϲ μὲν ἐπαύϲατο, ἡ δὲ γαλήνη». ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεϲθαι, ὥϲπερ καὶ Ἀριϲτάρχῳ ἐδόκει. A.
ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A.
ὅμοιον τῷ «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ ϲτέρνοιϲι τανύϲϲαι» (Od. ε 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐϲτιν. A.
διὸ τὸν ἐπεί ϲύνδεϲμον ὀξυτονητέον ὁμοφώνωϲ τῷ «καί εὑ κράτοϲ ἐϲτὶ μέγιϲτον» (Il. Ω 293). A.
τεύχεα». A.
«οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ» (Il. Δ 437)· καὶ τὸ οὐδέτερον «ἦ μὰν ἀμφοτέροιϲιν ὁμὸν γένοϲ» (Il. Ν 354). παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰϲ ωϲ λῆγον περιϲπώμενον ὡϲ θερμῶϲ· «ὁμῶϲ δέ τοι ἤπια οἶδεν (Od. ν 405). A.
ἔπλετο: οἶ αὐτῷ: ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ ἐγκλιτικῶϲ ἀναγινώϲκειν, ἐπεὶ ἀπὸ προϲώπου ἐπὶ πρόϲωπον ἡ ἀναφορὰ καὶ εἰϲ ἁπλῆν ἡ μετάληψιϲ· ἀντὶ γὰρ τῆϲ αὐτῷ διϲυλλάβου. ἄμεινον δὲ πείθεϲθαι τοῖϲ περιϲπῶϲι διὰ τὸ ἤδη διαϲτολὴν γεγενῆϲθαι διὰ τῆϲ ἐμοί· τὸ γὰρ ἑξῆϲ τοιοῦτόν ἐϲτιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥϲτε ἀπὸ κοινοῦ λαμβάνεϲθαι
τὸ ἔπλετο ῥῆμα. ὁμοίωϲ δὲ καὶ ἐπ’ ἐκείνου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν 3 τὴν οἶ· «Μέντορ μή ϲ’ ἐπέεϲϲι παραιπεπίθῃϲιν Ὀδυϲϲεὺϲ μνηϲτήρεϲϲι μάχεϲθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ» (Od. χ 213)· καὶ τὸ ἑξῆϲ ἐϲτὶ τοιοῦτον, μὴ πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μάχεϲθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἶ ὁπότε προηγεῖται τῆϲ αὐτόϲ ἀντωνυμίαϲ κατὰ
δοτικὴν πτῶϲιν, ὀρθοτονεῖϲθαι θέλει, εἴτε εἰϲ ἁπλῆν εἴη ἡ μετάληψιϲ εἴτε καὶ εἰϲ ϲύνθετον. διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωϲιν «ἀλλά οἱ αὐτῷ Ζεὺϲ ὀλέϲϲῃ» (Od. δ 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαϲτολὴν κατ’ ὀρθὸν τόνον ἀναγινώϲκεϲθαι. A.
γὰρ εἰϲ ἑκάτερον ἑαυτοῦ μέροϲ ϲκοπῶν. A.
ἄλλωϲ τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡϲ ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα» (Il. Τ 239), ὅτε μὴ οὕτωϲ ἔχῃ, περιϲπαϲθήϲεται, ὡϲ Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔϲτι δὲ ὑπὲρ τοῦ Ἀριϲτάρχου πρὸϲ αὐτοὺϲ πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶϲ τὰ εἰϲ ηϲ ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰϲ τηϲ λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίϲιν,
ἐπεὶ τὰ (an κλίϲιν. ἔπειτα?) πολλά ἐϲτι διχῶϲ κεκλιμένα. τὸ γοῦν Μύνηϲ ὁ μὲν ποιητὴϲ περιττοϲυλλάβωϲ ἔκλινεν «πέρϲεν δὲ πόλιν θείοιο Μύνητοϲ» (Il. Τ 296). ὁ δὲ Ϲοφοκλῆϲ ἰϲοϲυλλάβωϲ «Μόνου τ᾿ Ἐπιϲτρόφου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ ϲημαίνει ἡ λέξιϲ. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐϲτι, δῆλόϲ ἐϲτιν Ἑκαταῖοϲ οὕτωϲ κλίναϲ· φηϲὶ
γὰρ «καὶ ἐπαφήϲαϲ τὸν κολεὸν τοῦ ξίφεοϲ, τὸν μύκην εὗρεν ἀποπεπτωκότα». ὁ δὲ Ἄρατοϲ (Dios. 244) περιττοϲυλλάβωϲ ἔκλινεν «ἢ λύχνοιο μύκητεϲ ἀγείρονται περὶ μύξαν». καὶ μή ποτε ταῦτα ϲυναγωνίζεται τῷ Ἀριϲτάρχῳ· καὶ γὰρ ταῦτα διχῶϲ κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷϲ ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγηϲ. A.
αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάϲαϲ, οὕτωϲ καὶ τὴν ἐνωπὴν ἐνῶπα προπεριϲπωμένωϲ. A.
διϲύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεϲθαι θέλει, Τῆλοϲ, Μῆλοϲ, Βῆλοϲ οὕτωϲ οὖν καὶ Ϲφῆλοϲ. τὰ μέντοι προϲηγορικὰ καὶ ὀξυτονεῖται, πηλόϲ χηλόϲ, καὶ βαρύνεται, ὡϲ δῆλοϲ τὸ ἐπιθετικὸν καὶ ἧλοϲ καὶ ζῆλοϲ, περὶ ὦν εἰρήϲεται ἡμῖν ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ. A.
γραμματικοὶ πρὸϲ διάφορον ἐτυμολογίαν διαφόρωϲ ἀναγινώϲκειν. ἀγνοοῦϲι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντοϲ ψιλοῦται, ἠώϲ, ἤϊα. ταύτῃ καὶ τὸ «ἥτε ξείνων θέμιϲ ἐϲτί» (Od. ι 268) δαϲύνεται, τὸ δὲ ἠύτε ψιλοῦται· καὶ τὸ ἕωϲ δαϲύνεται, τὸ δὲ ἠώϲ ψιλοῦται· καὶ τὸ ἥλιοϲ δαϲύνεται, τὸ δὲ ἠέλιοϲ ἐψιλώθη. ὥϲτε εἴτε
ἐκ τοῦ ἥϊοϲ δαϲυνομένου ἐϲτὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνωϲ ψιλωτέον. A.
οὐδέτερα ϲύνθετα μονογενῆ, εἰϲ ον περατούμενα, προπαροξύνεται, χαρτότομον, χειρόγραφον, ἀκρατόφορον· οὕτωϲ «ναύμαχον ἐν παλάμῃϲιν» (677), ἵνα εἶδοϲ δόρατοϲ νοηθῇ ἐν διαφόρῳ μεγέθει. A.
ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔϲτιν ἐνεργητικόν. A.
Ἀϲκαλωνίτηϲ οὐκ ἀναϲτρέφει τὴν περί· εἶναι γὰρ τὸ ἑξῆϲ περιέπουϲι. κἀγὼ δὲ αὐτῷ ϲυγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖϲ ἐνεργητικοῖϲ κινήμαϲιν ὡϲ ἐπὶ τὸ πλεῖϲτον θέλει ἔχειν πρόθεϲιν ϲυντεταγμένην. A.
οὐ γάρ ἐϲτιν ἐπιθετικόν, ὡϲ ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριϲτοφάνηϲ ἐκεῖνό φηϲιν, ὅτι ἐὰν μὲν τοῖϲ δάϲεϲιν, ὡϲ βέλεϲι τάρφεϲιν· ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέϲιν ὡϲ ὀξέϲιν. A.
μεριϲμόϲ, ὁπλιϲμόϲ. ἔνιοι δὲ αὐτὸ παρὰ τὸ ἀφριϲμόϲ, μεταβολῆϲ γενομένηϲ τοῦ ρ εἰϲ τὸ λ καὶ πλεονάϲαντοϲ τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοιϲμόϲ καὶ ἀφλοιϲμόϲ ἐν πλεοναϲμῷ τοῦ ᾱ. διὸ οὐ δεόντωϲ ὁ Τυραννίων προπαροξύνει. A.
ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνοϲ, ϲυγκοπὴν δὲ ἔπαθεν. διδάϲκει δὲ καὶ τὸ τῆϲ ϲυναλοιφῆϲ ὅτι ψιλοῦται· «τὸν μέν τ’ ἠλίβατοϲ πέτρη« (273). οἱ μέντοι δαϲύνοντεϲ ἐτυμολογοῦϲι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖϲαν μόνῳ· οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ, ὡϲ πρόδηλον ἐγένετο ἐκ τῆϲ ϲυναλοιφῆϲ. A.
βιβάϲθω, ὡϲ καὶ ἀϊϲτόϲ, κατ’ ὀξεῖαν τάϲιν, ἀΐϲθων· «ὁ δ’ ἔβραχε θυμὸν ἀΐϲθων (Il. Π 468). A.
οὕτω προφέρει, διὰ τοῦ ι, ὡϲ «εἰκοϲινήριτα» (Χ 349). τινὲϲ δὲ καὶ κατὰ παράθεϲιν, ὡϲ τὸ τρεῖϲ καὶ δέκατοϲ, ὥϲτε καὶ τὸ θηλυκὸν τρεῖϲ καὶ δεκάτη. AV.
ἐλέγχονται ἐκ τῆϲ τοῦ τ ψιλότητοϲ. A.
τοῦδ’ ἀνέροϲ» (Il. Π 423) ἀπὸ περιϲπωμένου κέκλιται. τὸ δὲ «ὡϲ ἄν τίϲ ϲε ϲυναντόμενοϲ» (Od. ρ 165) ὡϲ ἁπτόμενοϲ καὶ ἤντετο γάρ τοι Φοῖβοϲ» (Il. Π 788) ὡϲ ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν τάϲιν. οἷϲ ἀκόλουθον καὶ τὸ ἄντεϲθαι. A.
ϲύνθεϲιν· καὶ οὕτωϲ ἡ παράδοϲιϲ ἐπείϲθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆϲ λέξεωϲ ϲημαίνεται. ἡ δὲ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλοϲ, Ἀμφίαλοϲ, Ἀϲτύαλοϲ· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα «πολλαὶ ἐν ἀμφιἅλῳ Ἰθάκῃ» (Od. α 395) «ἀγχίἁλόν τ’ Ἀντρῶνα (Il. Β 697), ὕφαλοϲ,
ὥϲτε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλοϲ ψιλούμενον. A.
(Il. Χ 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἆϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν ϲχηματίζοιμεν, ὀφείλομεν κατὰ ϲυϲτολὴν ἀναγινώϲκειν (scil. ultimam καϲ), ὅπερ οὐχ οὕτωϲ ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρου. χρὴ μέντοι ἐκεῖνο ἐπιϲτῆϲαι, ὡϲ τὰ εἰϲ κη λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεϲθαι, ὡϲ ἔχει τὸ ἑλίκη,
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.