ΕΙC THN X.
(Λ 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν, ἐπειϲελθόντοϲ τοῦ α ἵνα ϲυϲτῇ ἡ λέξιϲ. A.
ἐν μέντοι τῇ Ὀδυϲϲείᾳ (τ 183) κατὰ παράθεϲιν ἀναγνωϲτέον «ἐμοὶ δ’ ὄνομα κλυτὸϲ Αἴθων ». ἰδίᾳ ϲυϲτῆϲαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔϲται κρεμάμενοϲ λόγοϲ. εἴπομεν δὲ ἐν τοῖϲ πρὸ τούτου βιβλίοιϲ (Ιl. Κ 109), πότε τὸ κλυτόϲ κατὰ τὸ τέλοϲ ϲυντιθέμενον φ λάϲϲει τὸν τόνον καὶ πότε ἀναδίδωϲιν. A.
ϲημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάϲϲειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπιϲχνεῖται καὶ ἀκόλουθόν ἐϲτι μέϲῳ δευτέρῳ ἀορίϲτῳ ὁριϲτικῷ τῷ «τὴν ἱκόμην φεύγων » (Ιl. Ξ 260). ὡϲ οὖν ἐλιπόμην λίπωμαι οὕτωϲ ἱκόμην ἵκωμαι. A.
ἑπόμενον αὐτὸν ὀξύνεϲθαι. A.
ὡϲ εἴ τ’ εἰϲ Ἰθάκην ἀφικοίμεθα». A.
εἰνατέρεϲ ὡϲ Δημητέρεϲ· οὕτωϲ πάντεϲ καὶ τὰ τῆϲ ἀναλογίαϲ ἐπικρατεῖ οὕτωϲ ἔχοντα. ὡϲ ἐδείχθη. A.
Περὶ Ἰλιακῆς προσῳδίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.