VII. πολιτείαν δὲ κατέστησε καὶ νόμους ἔθηκεν ἄλλους, τοῖς δὲ Δράκοντος
θεσμοῖς ἐπαύσαντο χρώμενοι πλῆν τῶν φονικῶν. ἀνγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείῳ καὶ ὤμοσαν
χρήσεσθαι ἄναθήσειν ἀνδριάντα χρυσοῦν, ἐάν τινα παραβῶσι τῶν νόμων· ὅθεν ἔτι καὶ νῦν οὕτως ὀμνύουσι. κατέκλῃσεν δὲ τοὺς νόμους εἰς ἑκατὸν
ἔτη καὶ διέταξε τὴν πολιτείαν τόνδε <τὸν> τρόπον. τιμήματι διεῖλεν εἰς
1
2
3
4
τέτταρα τέλη, καθάπερ διῄρητο καὶ πρότερον, εἰς πεντακοσιομέδιμον καὶ ἱπ[πέα] καὶ ζευγίτην καὶ θῆτα. καὶ τὰς μὲ[ν ἄλλ]ας ἀρχὰς ἀπένειμεν | ἄρχειν ἐκ πεντακοσιομεδίμνων καὶ ἱππέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας
5
καὶ τοὺς ταμίας καὶ τοὺς πωλητὰς καὶ τοὺς ἕνδεκα καὶ τοὺς κωλακρέτας,
ἑκάστοις ἀνάλογον τῷ μεγέθει τοῦ τιμήματος ἀποδιδοὺς τὴν ἀρχήν. τοῖς δὲ τὸ θητικὸν τελοῦσιν ἐκκλησίας καὶ δικαστηρίων μετέδωκε μόνον. ἔδει
6
δὲ τελεῖν πεντακοσιομέδιμνον μὲν ὃς ἄν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ συνάμφω ξηρὰ καὶ ὑγρά, ἱππάδα δὲ τοὺς τριακόσια ποιοῦντας, ὡς δ᾿ ἔνιοί φασι τοὺς ἱπποτροφεῖν δυναμένους. σημεῖον δὲ φέρουσι τό τε
ὄνομα τοῦ τέλους, ὡς ἂν ἀπὸ τοῦ πράγματος κείμενον, καὶ καὶ τὰ ἀναθήματα τῶν ἀρχαίων· ανάκειται γὰρ ἐν ἀκροπόλει εἰκὼν Διφίλου, ἐφ᾿ ᾗ ἀφ᾿ τάδε·
Διφίλου Ἀνθεμίων τήνδ᾿ ἀνέθηκε θεοῖς,
θητικοῦ ἀντὶ τέλους ἱππάδ᾿ ἀμειψάμενος.
7
8
9
10
καὶ παρέστηκεν ἵππος ἐκμαρτυρῶν, ὡς τὴν ἱππάδα τοῦτο σημαίνουσαν. οὐ
11
μὴν ἀλλ᾿ εὐλογώτερον τοῖς μέτροις διῃρῆσθαι καθάπερ τοὺς πεντακοσιομεδίμνους. ζευγίσιον δὲ τελεῖν τοὺς διακόσια τὰ συνάμφω ποιοῦντας· τοὺς δ᾿ ἄλλους θητικόν, οὐδεμιᾶς μετέχοντας ἀρχῆς. διὸ καὶ νῦν ἐπειδὰν ἔρηται τὸν
μέλλοντα κληροῦσθαί τιν᾿ ἀρχήν, ποῖον τέλος τελεῖ, οὐδ᾿ ἂν εἶς εἴποι θητικόν.