VIII. τὰς δ᾿ ἀρχὰς ἐποίησε κληρωτὰς ἐκ προκρίτων, οὓς ἑκάστη προκρίνειν
1
τῶν φυλῶν. προύκρινεν δ᾿ εἰς τοὺς ἐννέα ἄρχοντας ἑκάστη δέκα, καὶ <ἐκ> τούτων ἐκλήρουν· ὅθεν ἔτι διαμένει ταῖς φυλαῖς τὸ δέκα ἑκάστην, εἶτ᾿ ἐκ τούτων κυαμεύειγ. σημεῖον δ᾿ ὅτι κληρωτὰς ἐποίησεν ἐκ
τῶν τιμημάτων ὁ τερὶ τῶν ταμιῶν νόμος, ᾧ χρώμενοι δια[τελ]οῦσιν ἔτι καὶ νῦν· κελεύει γὰρ κληροῦν τοὺς ταμίας ἐκ πεντακοσιομεδίμνων. [Σόλ]ων
2
μὲν οὖν οὕτως ἐνομοθέτησεν περὶ τῶν ἐννέα ἀρχόντων. τὸ γὰρ ἀρχαῖον ἡ ἐν Ἀ[ρεί]ῳ πάγῳ βου]λὴ ἀνακαλεσαμένη καὶ κρίνασα καθ᾿ αὑτὴν τὸν ἐπιτήδειον ἐφ᾿ ἑκάστῃ τῶν ἀρχῶν ἐπ᾿ [ἐν]ια[υτ]ὸν [διατάξα]
φυλαὶ δ᾿ ἦσαν δ καθάπερ πρότερον καὶ φυλοβασιλεῖς τέτταρες. [ἐκ] δὲ
3
[τῆς] φυ[λῆ]ς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δώδεκα καθ᾿ ἑκάστην. ἦν δ᾿ ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπ[άνας] τὰς γιγνομένας· διὸ καὶ ἐν τοῖς μόμοις τοῖς Σόλωνος οἷς οὐκέτι χρῶνται πολλα-
4
5
6
7
χο[ῦ γέ]γραπται ‘τοὺς ναυκράρους εἰσπράττειν’ καὶ ἀναλίσκειν ἐκ τοῦ
8
ναυκραρικοῦ ἀργυρ[ίο]υ’. β[ου]λὴν δ᾿ ἐποίησε τετρακοσίους, ἑκατὸν ἐξ
9
ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ [τὸ] νομοφυλακεῖν, ὑπῆρχεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, καὶ τά τε ἄλλα τὰ
πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτ<ικ>ῶν διετήρει καὶ τοὺς ηὔθυνεν κυρία οὖσα καὶ [ζη]μιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτίσεις εἰς πόλιν, οὐκ ἐπιγράφουσα τὴν π[ρ]όφασιν δι᾿ ὃ [τὸ ἐ]κτ[ίν]εσθαι, τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν, Σόλωνος θέντ[ος] νόμον εἰσα[γγ]ελ[ία]ς περὶ αὐτῶν. ὁρῶν δὲ τὴν μὲν πόλιν πολλάκις
10
στασιάζουσαν, τῶν δὲ πολιτῶν ἐνίους διὰ τὴν ῥᾳθυμίαν [ἀγα]πῶντας αὐτόματον, μόμον ἔθηκεν πρὸς αὐτοὺς ἴδιον, ὃς ἂν στασιαζούσης τῆς πόλεως μ[ὴ] θῆται τὰ ὅπλα μηδὲ μεθ᾿ ἑτέρων, ἄτιμον εἶναι καὶ τῆς πόλεως μὴ μετεχειν.