VI. κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ὴλευ
θέρωσε καὶ ἐν τῷ π[α]ρόντι καὶ εὶς τὸ μέλλον, κωλύσας δ[ανε]ίζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀπ[ο]κοπὰς ἐποίησε καὶ τῶν ἰδίων καὶ των δ[η]μοσίων, ἅς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι τὸ βάρος. ἐν οἷς πειρῶνταί τιν[ες] διαβάλλ[ει]ν αὐτόν· συνέβη γὰρ τῷ
Σόλωνι μέλλοντι ποιεῖν τὴν σεισάχθειαν προειπεὶν τισι τῶν [γν]ωρίμω[ν],
ἔπειθ᾿, ὡς μὲν οἱ δημοτικοὶ λέγουσι, παραστρατηγη[θ]ῆναι διὰ τῶν φίλων, ὡς δ᾿ οἱ β[ουλ]όμενοι βλασ[φ]ημεῖν, καὶ αὐτὸν κοινωνεῖν. δανεισάμενοι
1
2
3
4
γὰρ οὗτοι συνεπριαντο πολλὴν χώραν, καὶ μετ᾿ οὐ πολὺ τῶν χρεῶν p.2 ἀποκοπῆς γενομένης ἐπλούτουν· ὅθεν φασὶ γενέσθαι τοὺς ὔστερον δοκοῦντας εἷναι παλαιοπλούτους. οὐ μὴν ἀλλὰ πιθ[ανώ]τερος ὁ τῶν δημοτικῶν
λόγος· οὐ γὰρ ε[ἰκ]ὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινόν,
[ὥ]στ᾿ ἐξὸν αὐτῷ τοὺς ἑ[τ]έρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως, ἀμφοτέροις ἀπεχ[θέ]σθαι καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν οὔτω δὲ μικροῖς καὶ φανεροῖς καταρρυπαίνειν ἑαυτόν. ὅτι δὲ ταύτην ἔσχε τὴν ἐξουσίαν, τά
τε πράγματα νοσοῦντα μαρτυρεῖ, καὶ ἐν τοῖς ποιήμασιν αὐτὸς πολλαχοῦ
μένηται καὶ οἱ ἄλλοι συνομολογοῦσι πάντες. ταύτην μὲν χρὴ νομίζειν ψευδῆ τὴν αἰτίαν εἷναι.