V. τοιαύτης δὲ τῆς τάξεως οὔσης ἐν τῇ πολιτείᾳ, καὶ τῶν πολλῶν
δουλευόντων τοῖς ὀλίγοις, ἀντέστη τοῖς γνωρίμοις ὁ δῆμος. ἰσχυρᾶς δὲ
1
2
3
τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις εἵλοντο κοινῇ
4
διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστὶν ἀρχὴ
γιγνώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται,
πρεσβυτάτην ἐσορπων γαῖαν Ἰαονίας καινομένην·
ἐν ᾖ πρὸς ἑκατέρους ὑπὲρ ἑκατέρων μάχεται καὶ διαμφισβητεῖ καὶ μετὰ> ταῦτα κοινῇ παραινεῖ καταπαύειν τὴν ἐνεστῶσαν φιλονικίαν. ἧν δ᾿ ὁ
Σόλων τῇ μὲν [φύ]σει καὶτῇ δόξῃ τῶν πρώτων, τῇ δ᾿ οὐσίᾳ καὶ τοῖς
πράγμασι τῶν μέσων, ὡς ἔκ τε τῶν ἄλλων ὁμολογεῖται καὶ αὐτὸς ἐν τοῖσδε τοῖς ποιήμασιν μαρτυρεῖ, παραινῶν τοῖς πλουσίοις μὴ πλεονεκτεῖν·
ὐμεῖς δ᾿ ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἧτορ, οὕπολλῶν ἀγαθῶν ἐς κόρον [ἠ]λάσατε,
ἐν μετρίοισι τίθεσ[θ]ε μέγαν νόον· οὔτε γὰρ ἠμεῖς εισόμεθ᾿ οὔθ᾿ ὑμῖν ἄρτια τα[ῦτ᾿] ἔσεται.
καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις· διὸ καὶ ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησὶ ῾τήν τε φι[λαργυρ]ίαν τήν τε ὑπερηφανίαν᾿ ὡς διὰ ταπῦτα τῆς ἔχθρας ἐνεστώσης.