XLII. ἔχει δ’ ἡ νῦν κατάστασις τῆς πολιτείας τόνδε τὸν τρόπονμετέχουσιν
1
μετέχουσιν μὲν τῆς πολιτείας οἱ ἐξ ἀμφοτέρων γεγονότες ἐγγράφονται
δ’ εἰς τοὺς δημότας ὁκτωκαίδεκα ἔτη γεγονότες. ὅταν δ’ ἐγγράφωνται διαψηφίζονται περὶ αὐτῶν ὀμόσαντες οἱ δημοται, πρῶτον μὲν εἰ δοκοῦσι γεγονέναι τὴν ἡλικίαν τὴν ἐκ τοῦ νόμου, κἂν μὴ δόξωσι, ἀπέρχονται πάλιν εἰς παῖδας, δεύτερον δ’ εἰ ἐλεύθερός ἐστι καὶ γέγονε κατὰ τοὺς νόμους.
2
3
4
ἔπειτ’ ἂν μὲν ἀποψηφίσωνται μὴ εἶναι ἐλεύθερον, ὁ μὲν ἐφίησιν εἰς τὸ
5
δικαστήριον, οἱ δὲ δημόται κατηγόρους αἱροῦνται πέντε [ἄν]δρας ἐξ κἄν μὲν μὴ δόξῃ δικαίως ἐγγράφεσθαι, πωλεῖ τοῦτον ἡ πόλις· ἐὰν δὲ νικήσῃ, τοῖς δ]ημόταις ἐπάναγκες ἐγγράφειν. μετὰ δὲ ταῦτα δ[οκ]ιμάζει
6
τοῦς ἐγγραφέντας ἡ βουλή, κἄν τις δόξ[ῃ] νεώτερος ὀκτωκαίδεκ’ ἐτῶν εἶναι, ζημιοῖ τ[ο]ὺς δημότας τοὺς ἐγγράψαντας.ἐπὰν ἐπὰν δὲ ἐπὰν δὲ δοκιμασθῶσιν ἔφηβοι, συλλεγέντες οἱ πατέρες αὐτῶν [κ]ατὰ φυλὰς ὀμόσαντες τρεῖς ἐκ τῶν φυλετῶν τῶν ὑπὲρ τετταράκοντα ἔτη γεγονότων, οὕς ἡγῶνται βελτίστους εἶναι καὶ ἐπιτηδειοτάτους ἐπιμελεῖθαι τῶν ἐφήβων, ἐκ δὲ τούτων
ὁ δὴμος ἕνα τῆς φυλῆς ἑκάστης χειποτονεῖ σωφρονιστὴν καὶ κοσμητὴν ἐκ τῶν ἄλλων Ἀθηναίων ἐπὶ πάντας. συλλαβόντες δ’ οὗτοι τοὺς ἐφήβους,
7
πρῶτον μὲν τὰ ἱερὰ περιῆλθον, εἶτ’ εἰς Πειραιέα πορεύονται καὶ φρουροῦσιν οἱ μὲν τὴν Μουνιχίαν οἱ δὲ τὴν Ἀκτήν. χειροτ[ο]νεῖ δὲ καὶ παιδοτρίβας αὐτοῖς δύο, καὶ διδασκάλους, οἵτινες ὁπλομαχεῖν καὶ τοξεύειν καὶ ἀκοντίζειν
καὶ καταπάλτην ἀφιέναι διδάσκουσιν. δίδωσι δὲ καὶ εἰς τροφ[ὴν] τοῖς μὲν σωφρονισταὶς δραχμὴν ݲ ἑκάστῳ, τοῖς δ’ ἐφήβοις τέτταρας ὀβολοὺς ἑκάστῳ· τὰ δὲ τῶν φυλετῶν τῶν αὑτοῦ λαμβάνων ὁ σωφρονιστὴς ἕκαστος ἀγοράζει τὰ ἐπιτήδεια πᾶσιν εἰς τὸ κοινὸν (συσσιτοῦσι γὰρ κατὰ φυλάς), καὶ ἄλλων ἐπιμελεῖται πάντων. καὶ τὸν μὲν πρῶτον ἐνιαυτὸν οὕτως διάγουσι·
8
τὸν δ’ ὕστερον ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἐποδειξάμενοι τῷ δήμῳ
9
10
11
12
τὰ τερὶ τὰς τάξεις καὶ λανόντες ἀσπίδα καὶ δόρυ παρὰ τῆς πόλεως περιπολοῦσι
13
τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. φρουροῦσι
14
δὲ τὰ δύο ἔτη, χλαμύδας ἔχοντες, καὶ ἀτελεῖς εἰσι πάντων· δίκ[η]ν οὔτε διδόασιν οὔτε λαμβάνουσιν, ἵνα μὴ πρό[φ]ασις ᾗ τ[ο]ῦ ἀπιέναι, πλὴν
περὶ κλήρου καὶ ἐπιλή[ρου], κἄν τ[ι]νι κατὰ τὸ γένος ἱερωσύνη γένηται. διε[ξ]ελθόντων δὲ τῶν δυεῖν ἐτῶν ἤδη μετὰ τῶν ἄλλων εἰσίν.