XLI. ταῦτα μὲν οῡν ἐν τοῖς ὕστε[ρο]ν συνέβη γενέσθαι καιροῖς, τότε τότε
1
δὲ κύριος ὁ δῆμος γενόμενος τῶν πραγμάτων ἐνεστήσατο τὴν νῦν] οὖσαν πολιτείαν, ἐπὶ Πυθοδώρου μὲν ἄρχοντος, † δοκοῦντος δὲ δικαίως τοῦ δήμου λαβεῖν τὴν π[ο]λιτείαν διὰ τὸ ποιήσασθαι τὴν κάθοδον δι’ αὑτοῦ τὸν δῆμον †.
ἦν δὲ τῶν μεταβολῶν ἑνδεκάτη τὸν ἀριθμὸν αὕτη. πρώτη μὲν γὰρ ἐγένετο
2
μετάστασις τῶν ἐξ ἀρχῆς, Ἴωνος καὶ τῶν μετ’ αὐτοῦ συνοικησάντων· τότε γὰρ πρῶτον εἰς τὰς τέτταρας συνενεμήθησαν φυλὰς καὶ τοὺς φυλοβασιλέας κατέστησαν. δευτέρα δὲ καὶ πρώτη μετὰ ταύτη[ν], ἔχουσα πολιτείας τάξιν, ἡ ἐπὶ Θησέως γενομένη, μικρὸν παρεγκλίνουσα τῆς βασιλικῆς. μετὰ δὲ
ταύτην ἡ ἐπὶ Δράκοντος, ἐν ᾗ καὶ νόμους ἀνέγραφαν πρῶτον. τρίτη δ’ ἡ μετὰ τὴν στάσιν ἡ ἐπὶ Σόλωνος, ἀφ’ ἧς ἀρχὴ δημοκρατίας ἐγένετο. τετάρτη δ’ ἡ ἐπὶ Πεισιστράτου τυπαννίς. πέμπτη δ’ ἡ μετὰ τῶν τυράννων κατὰλυσιν λυσιν ἡ Κλεισθένους, δημοτικωτέρα τῆς Σόλωνος. ἕκτη δ’ μετὰ τὰ
3
Μηδικά, τῆς ἐξ’ Αρείου πάγου βουλῆς ἐπιστατούσης. ἑβδόμη δὲ καὶ μετὰ
4
ταύτην, ἥν Ἀριστείσης μὲν ὑπέδειξεν Ἐφιάλτης δ’ ἐπετέλεσεν καταλύσας τὴν Ἀρεοπαγῖτιν βουλήν· ἐν ᾗ πλεῖστα συνέβη τὴν τὴν πόλιν διὰ τοὺς δημαγωγοὺς ἁμαρτάνειν διὰ τὴν τῆς θαλάττης ἀρχήν. ὀγδόη δ’ ἡ τῶν τετρακοσίων
κοσίων κατάστασις, καὶ μετὰ ταύτην, ἐνάτη δέ, δημοκρατία πάλιν. δεκάτη δ’ ἡ τῶν τριάκοντα καὶ ἡ τῶν δέκα τυραννίς. ἑνδεκάτη δ’ ἡ μετὰ τὴν ἀπὸ Φυλῆς καὶ ἐκ Πειραιέως κάθοδον, ἀφ’ ἧς διαγεγένηται μέχρι τῆς νῦν ἀεὶ προσεπιλαμάνουσα τῷ πλήθει τὴν ἐξουσίαν. ἁπάντων γὰρ αὐτὸς αὑτὸν πεποίηκεν ὁ δῆμος κύριον, καὶ πάντα διοικεῖται ψηφίσμασιν καὶ δικαστηρίοις,
στηρίοις, ἐν οἷς ὁ δῆμός ἐστιν ὁ κρατῶν. καὶ γὰρ τῆς βουλῆς κρίσεις εἰς τὸν δημον ἐληλύθασιν. καὶ τοῦτο δοκοῦσι ποιεῖν ὀρθῶς· εὐδιαφθορώτεροι τεροι γὰρ > ὀλίγοι τῶν πολλῶν εἰσιν καὶ κέρδει καὶ χάρισιν. μισθοφόρον
5
δ’ ἐκκλησίαν τὸ μὲν πρῶτον ἀπέγνωσαν ποιεῖν· οὐ συλλεγομένων δ’ εἰς τὴν ἐκκλησίαν, αλλὰ πολλὰ σοφιζομένων τῶν πρυτάνεων, ὅπως προσιστῆται
τὸ πλῆθος πρὸς τὴν ἐπι|κύρωσιν τῆς χειροτονίας, πρῶτον μὲν
6
Ἀγύρριος ὀβολὸν ἐπόρισεν, μετὰ δὲ τοῦτον Ἡρακλείδης ὁ Κλαζομένιος ὁ βασιλεὺς ἐπικαλούμενος διώβολον, πάλιν δ’ Ἀγύρριος τριώβολον.