XL. γενομένων δὲ τοιούτων τῶν διαλύσεων, καὶ φοβουμένων ὅσοι
1
μετὰ τῶν τριάκοντα συνεπολέμησαν, καὶ πολλῶν μὲν ἐπινοούντων ἐξοικεῖν ἀναβαλλομένων δὲ τὴν ἀπογραφὴν εἰς τὰς ἐσχάτας ἡμέρας, ὅπερ εἰώθασιν
ποιεῖν ἅπαντες, Ἀρχῖνος συνιδὼν τὸ πλῆθος καὶ βουλόμενος κατασχεῖν αὐτοὺς ὑφεῖλε τὰς ὑπολοίπους ἡμέρας τῆς ἀπογραφῆς, ὥστε συναναγκασθῆναι μένειν πολλοὺς ἄκοντας ἕως ἐθάρρησαν. καὶ δοκεῖ τοῦτό τε
2
πολιτεύσασθαι καλῶς Ἀρχῖνος καὶ μετὰ ταῦτα γραψάμενος τὰ ψήφισμα τὸ Θρασυβούλου παρανόμων, ἐν ᾦ μετεδίδου τῆς πολιτείας πᾶσι τιῖς ἐκ Πειραιέως
συγκατελθοῦσι ὧν ἔνιοι φανερῶς ἧσαν δοῦλοι, καὶ τρίτον, ἐπεί τις
3
4
ἤρχατο τῶν κατεληλυθότων μνησικακεῖν ἀπαγαγών τοῦτον ἐπὶ τὴν βουλὴν
5
καὶ πείσας ἄχριτον ἀποκτεῖναι, λέγων ὅτι νῦν δείζουσιν εἰβούλονται τὴν δημοκρατίαν σῲζειν καὶ τοῖς ὅρκοις ἐμμένειν· ἀφέντας μὲν γὰρ τοῦτον προτρέφειν καὶ τοὺς ἄλλους, ἐὰν δ’ άνέλωσιν, παράδειγμα ποιήσειν ἅπασιν.
ὅπερ καὶ συνέπεσεν· ἀποθανόντος γὰρ οὐδεὶς πώποτε ὕστερον ἐμνησικάκησεν. ἀλλὰ δοκοῦσιν κάλλιστα δὴ καὶ πολιτικώντατα ἁπάντων καὶ ἱδίᾳ καὶ κοινῇ
6
χρήσασθαι ταῖς προγεγενημέναις συμφοραῖς· οὐγὰρ μόνον τὰς περὶ τῶν προτέρων αἰτίας ἐξήλειφαν, ἀλλὰ καὶ τὰ χρήματα Λαζκεδαιμονίοις, οἱ πριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέδοσαν κοινῇ, κελευουσῶν τῶν συνθηκῶν
ἑκατέρους ἀποδιδόναι χωρὶς τούς τ’ ἐκ τοῦ ἄστεως καὶ τοὺς ἐκ τοῦ Πειραιέως, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας· ἐν δὲ ταῖς ἄλλαις πόλεσιν οὐχ οἷον ἔτι προστιθέασιν τῶν οἰκείων οἱ δημοκρατήσαντες, ἀλλὰ καὶ τὴν | χώραν ἀνάδαστο[ν] ποιοῦσιν. διελέθησαν δὲ καὶ πρὸς
7
τοὺς ἐν Ἐλευσῖνι κατο] ικήσαντας ἔτει τρίτῳ μετὰ τὴν ἐξοίκησιν, ἐπὶ
8
Ξε[ναι]νέτου ἄρχοντος.