βουλὴ δὲ κληροῦται φݲ, νݲ ἀπὸ φυλῆς ἑκάστης. πρυτανεύει δ’ ἐν
2
μέρει τῶν φυλῶν ἑκάστη καθ’ ὅ τι ἂν λάχωσιν, αἱ μὲν πρῶται τέτταρες
3
4
ἓξ καὶ λ ἡμέρας ἑκάστη, αἱ δὲ ς αἱ ὕστεραι ε καὶ λ ἡμέρας ἑκάστη·
5
κατὰ σελήνην γὰρ ἄγουσιν τὸ[ν] ἐνιαυτόν. οἱ δὲ πρυτανεύοντες αὐτῶν
6
πρῶτον μὲν συσσιτοῦσιν ἐν τῇ θόλῳ, λαμβάνοντες ἀργύριον παρὰ τῆς πόλεως, ἔπειτα συνάγουσιν καὶ τὴν βουλὴν καὶ τὸν δῆμον· μὲν
οὖν βουλὴν ὅσαι ἡμέραι, πλὴν ἀάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. καὶ ὅσα δεῖ χρηματίζειν τὴν βουλὴν καὶ ὅ τι ἐν ἑκάστῃ τῇ ἡμέρᾳ καὶ ὅπου καθίζειν οὗτοι προγράφουσι. προυράφουσι δὲ καὶ ἐκκλησίας οὗτοι· μίαν μὲν κυρίαν ἐν ᾖ δεῖ τὰς
7
ἀρχὰς ἐπιχειροτονεῖν εἰ δοκοῦσι καλῶς ἄρχειν, καὶ περὶ σίτου καὶ περὶ
φυλακῆς τῆς χώρας χρηματίζειν, καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ
8
9
10
τοὺς βουλομένους ποιεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγιγνώσκειν
11
καὶ τὰς λήξεις τῶν κλήρων καὶ τῶν ἐπικλήρων [ἀναγινώσκειν], ὅπως μηδένα λάθῃ μηδὲν ἔρημον γενόμενον. ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας
12
πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας ἐπιχειροτονίαν
διδόασιν εἰ δοκεῖ ποιεῖν ὴ μή, καὶ συκοφαντῶν προβολὰς τῶν Ἀθηναίων καὶ τῶν μετοίκων μεχρι τριῶν ἑκατέρων, κἄν τ[ι]ς ὑποσχόμενός τι μὴ ποιήσῃ τῷ δήμῳ. ἑτέραν δὲ ταῖς ικετηρίαις, ἐν ᾖ θεὶς ὁ βουλόμενος ἱκετηρίαν
13
[ὑπὲρ] ὧν ἂν βούληται | καὶ ἰδίων καὶ δημοσίων διαλέξεται πρὸς τὸν δῆμον. αἱ δὲ δύο περὶ τῶν ἄλλων εἰσίν, ἐν αἷς κελεύουσιν οἱ νόμοι τρία μὲν ἱερῶν
χρηματίζειν, τρία δὲ κήρυξιν καὶ πρεσβείαις, τρία δὲ όσίων· χρηματίζουσιν δ’ ἐνίτε καὶ ἂνευ προχειροτονίας. προσέρχονται δὲ καὶ οἱ κήρυκες καὶ οἱ πρέσβεις τοῖς πρυτάνεσιν πρῶτον, καὶ οἱ τὰς ἐπιστολὰς φέροντες τούτοις ἀποδιδόασι.