XVII. Πεισίστρατος μὲν οὗν ἐγκατεγήρασε τῇ ἀρχῇ καῖ ἀπέθανε
1
νοσήσας ἐπὶ θιλόνεω ἄρχοντος, ἀφ᾿ οὗ μὲν κατέστη τὸ πρῶτον τύραννος ἔτη τριάκοντα καὶ τρία βιώσας, ἅ δ᾿ ἐν τῇ ἀρχῇ διέμεινεν ἑνὸς δέοντα εἴκοσι· ἔφευγε γὰρ τὰ λοιπά. διὸ καὶ φανερῶς ληροῦσιν <οἱ> φάσκοντες |
2
3
4
5
ἐρώμενον εἶναι Πεισίστρα[τον] Σόλωνος καὶ στρατηλεῖν ἐν τῷ πρὸς Μεγα-
6
ρέας πολέμῳ περὶ Σαλαμῖνος· οὐ γὰρ ἐνδέχεται ταῖς ἡλικίαις, ἐὰν τις ἀναλογίζηται τὸν ἐκατέρου βίον· καὶ ἐφ᾿ οὖ ἀπέθανεν ἂρχοντος. τελευτὴσαντος
7
δὲ Πεισιστράτου κατεῖχον οἱ υἱεῖς τὴν ἀρχήν, προάγοντες τὰ πρά
γματα αὐτὸν τρόπον. ἦσαν δὲ δὲ δύο μὲν ἐκ τῆς λαμετῆς, Ἱππίας καὶ “Ιππαρχος, δύο δ᾿ ἐκ τῆς᾿ Αργείας, Ἰοφῶν καὶ Ἠγησόστρατος, ῷ παρωνύμιον ἦν Θέτταλος. ἒγημεν γὰρ Πεισίστρατος ἐξ Ἄργους ἀνδρὸς Ἀργείου
8
θυγατέρα, ᾦ ἂνομα ἦν Γοργίλος, Τιμώνασσαν, ἣν πρότερον ἒσχεν γυναῖκα Ἀρχῖνος ὁ Ἀμπρακιώτης τῶν Κυψελιδῶν· ὃθεν καὶ ἡ πρὸς τοὺς Ἀργείους
ἐνέστη φιλία, καὶ συνεμαχέσαντο χίλιοι τὴν ἐπὶ Παλληνίδι μάχην Ἡγησιστράτου κομόσαντος. γῆμαι δέ φασι τὴν Ἀργείαν οἱ μὲν ἐκπεσόντα τὸ πρῶτον, οἱ δὲ κατέχοντα τὴν ἀρχήν.