XVIII. ἦσαν κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππρχος καὶ Ἰππίας, πρεσβύτερος δέ ὢν ὁ Ἱππίας καὶ τῇ
φύσει πολιτικὸς καὶ ἒμφρων ἐπεστάτει τῆς ἀρχῆς. ὁ δὲ Ἵππαρχος παιδιώδης καὶ ἐρωτικὸς καὶ φιλόμουσος ἦν (καὶ τοὺς περὶ Ἀνακπέοντα καὶ καὶ τοὺς ἂλλους ποιητὰς οὖτος ὁ μεταπεμπόμενος), Θέτταλος δὲ νεώτερος
1
πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστὴς, ἀφ᾿ οὖ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν. ἐρασθεὶς γὰρ τοῦ Ἀρμοδίου καὶ διαμαρτὰωνω
τῆς πρὸς αὐτὸν φιλίας οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ᾿ ἒν τε τοῖς ἂλλοις ἐνεσημαίνετο πιχρῶς καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὂντα, ὃθεν συνέβη παβοξυνθέντα τὸν Ἁρμόσιον καὶ τὸν Ἀρισογείτονα πράττειν τὴν πρᾶξιν μετεχοντων πολλῶν. ἢδη δὲ παρατηροῦντες ὲν ἀκροπόλει
2
τοῖς Παναθηναίοις Ἰππίαν (ἐτύγχανεν γὰρ οὖτος μὲν [δ]εχόμενος, Ιππαρχος ἀποστέλλων τὴν πομπὴν), ἰδόντες τινἀ τῶν κοινωνούντων τῆς πρά[ξ]εως φιλανθρώπως ἐντυγχάνοντα τῷ Ἱππίᾳ καὶ νομίσαντες μηνύειν, βουλύμενοί τι δρᾶσαι πρὸ τῆς συλλήψεως, καταβάντες καὶ προεξαναστάντες
3
4
5
τῶν [ἄλλω]ν τὸν μὲν Ἵππαρχον διακοσμοῦντα τὴν πομπὴν παρὰ τὸ Λεωκόρειον
6
ἀπέκτειναν, τὴν δ᾿ ὅλην ἐλυμήναντο πρᾶξιν. αὐτῶν δ᾿ ὁ μὲν
7
Ἁρμόδιος εὐθέως ἐτελεύτησεν ὑπὸ τῶν δορ[υ]φόρων, ὁ δ᾿ Ἀριστογείτων ὕστερον συλληφθεὶς καὶ πολὺν χρόνον αἰκισθείς. κατηγόρησεν δ᾿ ἐν ταῖς
ἀνάγκαις πολλῶν οἵ καὶ τῇ φύσει τῶν ἐπιφανῶν καὶ φίλοι τοῖς τυράννοις ἧσαν. οὐ γὰρ ἐδύναντο παραχρῆμα λαβεῖν οὐδὲν ἴχνος τῆς πράξεως, ἀλλ᾿ ὁλεγόμενος λόγος ὡς ὁ Ἱππίας ἀποστήσας ἀπὸ τῶν ὅπλων τοὺς πομπεύοντας τας ἐφώρασε τοὺς τὰ ἐγχειρίδια ἔχοντας οὐκ ἀληθής ἐστιν· γὰρ ἔπεμπον τό<τε> μεθ᾿ ὅπλων, ἀλλ᾿ ὕστερον τοῦτο κατεσκεύασεν ὁ δῆμος. κατηγόρει
8
δὲ τῶν τοῦ τυράννου φίλων, ὡς μὲν οἱ δημοτικοί φασιν, ἐπίτηδες, ἵνα ἀσεβήσαιεν ἅμα καὶ γένοιντο ἀσθενεῖς ἀνελόντες τοῦς ἀναιτίους καὶ φίλους ἑαυτῶν, ὡς δ᾿ ἔνιοι λέγουσιν, οὐχὶ πλαττόγενος ἀλλὰ τοὺς συνειδότας ἐμήνυεν. καὶ τέλος ὡς οὐκ ἐδύνατο πάντα ποιῶν ἀποθανεῖν, ἐπαγγειλάμενος
9
ὡς ἄλλους μηνύσων πολλοὺς καὶ πείσας αὑτῷ τὸν Ἱππίαν δοῦναι
τὴν δεξιὰν πίστεως χάριν, ὡς ἔλαβεν, ὀνειδίσας ὅτι τῷ φονεῖ τἀδελφοῦ τὴν δεξιὰν δέδωκε οὔτω παρώξυνε τὸν Ἱππίαν ὥσθ᾿ ὑπὸ τῆς ὀργῆς οὐ κατέσχεν ἑαυτὸν ἀλλὰ σπασάμενος τὴν μάχαιραν διέφθειρεν αὐτόν.