XVI. ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον
1
τὸν τρόπον καὶ μεταβολὰς ἔσχεν τοσαύτας. διῴκει δ᾿ ὁ Πεισίστρατος,
2
ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς·
ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀ[πό]ροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας. τοῦτο δ᾿ ἐποίει
3
δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες
μήτ᾿ ἐπιθυμῶσι μήτε σχολάζω[σι]ν ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ
4
συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους ἐξεργαζομένης τῆς χώρας· ἐπράττετο γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ
5
δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ
6
7
ἄστυ παραμελῶσι τῶν ἔργων. τοιαύτης γάρ τινος ἐξόδου τῷ Πεισιστράτῳ
8
γιγνομένης συμβῆναί φασι τὰ περὶ τὸν ἐν τῷ [Ὑμ]ηττῷ γεωργοῦντα τὸ
9
κληθὲν ὕστερον χωρίον ἀτελές. ἰδὼν γάρ τινα παντελῶ[ς π]έτρας σκάπτοντα καὶ ἐργαζόμενον, διὰ τὸ θαυμάσαι τὸν παῖδα ἐκέλευσεν ἐρέσθαι τί γίγνεται
ἐκ τοῦ χωρίου· ὅ δ᾿ ῾ὅσα κακὰ καὶ ὀδύναι᾿ ἔφη, ῾καὶ τούτων τῶν κακῶν καὶ τῶν ἐδυνῶν Πεισίστρατον δεῖ τὴν δεκάτην᾿. ὁ μὲν ἄνθρωπος ἀπεκρίνατο ἀγνοῶν, ὁ δὲ Πεισίστρατος ἡσθεὶς διὰ τὴν παρρησίαν καὶ τὴν φιλερ[γ]ίαν ἀτελῆ πάντων ἐποίησεν αὐτόν. οὐδὲν δὲ τὸ πλῆθος οὐδ᾿
10
ἐν τοῖς ἄλλοις παρ<ην>ώχλε[ι] κατὰ τὴν ἀρχήν, ἀλλ᾿ αἰεὶ παρεσκε[ύ]αζεν
εἰρήνην καὶ ἐτήρει τὴν ἡσυχίαν· διὸ πολλὰ κλέ[α ἐ]θρ[ύλλο]υν ὡς [ἡ] Πεισιστράτου τυραννὶς ὁ ἐπὶ Κρόν[ου] βίος εἴη· συνίβη γὰρ ἀρχήν. μέγιστον δὲ παντων ἧ[ν] τῶν ε[ἰρη]μένων τὸ δημοτικὸν εἷναι τῷ ἤθει καὶ
11
φιλάνθρωπον. ἔν τε γὰρ τοῖς ἄλλο[ις] ἐβ[ούλ]ετο πάντα διοικεῖν κατὰ τοὺς
12
ἀρ]χ[ῇ] καὶ [ὅ]τ᾿ ἐκπέσοι πάλιν άνελάμβανε ῥᾳδίως. ἐβούλοντο γὰρ καὶ τῶν γνωρίμων καὶ τῶν δημοτικῶν οἱ πολλοί· τοὺς μὲν γὰρ ταῖς ὁμιλίαις
τοὺς δὲ ταῖς εἰς τὰ ἴδια βοηθείαις προσ[ή]γετο, καὶ πρὸς ἀμφοτέρους ἐπεφύκει καλῶς. ἧσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι
13
πρᾷοι κατ᾿ ἐκίνους τοῦς καιροὺς οἵ τ᾿ ἄλλοι καὶ δὴ καὶ ὁ μάλιστα καθήκων πρὸς τὴν τῆς τυρανννίδος <κατάστασιν>. νόμος γὰρ αὐτοῖς ἧν ὅδε· ῾θέσμια τάδε Ἀθηναίων ἐστὶ καὶ πάτρια· ἐάν τινες τυραννεῖν ἐπανιστῶνται [ἐπὶ
τυραννίδι] ἢ συγκαθιστῇ τὴν τυραννίδα, ἄτιμον εἷναι καὶ αὐτὸν καὶ γένος᾿.