ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀ[πό]ροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας. τοῦτο δ᾿ ἐποίει 3 δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες
μήτ᾿ ἐπιθυμῶσι μήτε σχολάζω[σι]ν ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ 4 συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους ἐξεργαζομένης τῆς χώρας· ἐπράττετο γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ 5 δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ 6 7 ἄστυ παραμελῶσι τῶν ἔργων. τοιαύτης γάρ τινος ἐξόδου τῷ Πεισιστράτῳ 8 γιγνομένης συμβῆναί φασι τὰ περὶ τὸν ἐν τῷ [Ὑμ]ηττῷ γεωργοῦντα τὸ 9 κληθὲν ὕστερον χωρίον ἀτελές. ἰδὼν γάρ τινα παντελῶ[ς π]έτρας σκάπτοντα καὶ ἐργαζόμενον, διὰ τὸ θαυμάσαι τὸν παῖδα ἐκέλευσεν ἐρέσθαι τί γίγνεται
ἐκ τοῦ χωρίου· ὅ δ᾿ ῾ὅσα κακὰ καὶ ὀδύναι᾿ ἔφη, ῾καὶ τούτων τῶν κακῶν καὶ τῶν ἐδυνῶν Πεισίστρατον δεῖ τὴν δεκάτην᾿. ὁ μὲν ἄνθρωπος ἀπεκρίνατο ἀγνοῶν, ὁ δὲ Πεισίστρατος ἡσθεὶς διὰ τὴν παρρησίαν καὶ τὴν φιλερ[γ]ίαν ἀτελῆ πάντων ἐποίησεν αὐτόν. οὐδὲν δὲ τὸ πλῆθος οὐδ᾿ 10 ἐν τοῖς ἄλλοις παρ<ην>ώχλε[ι] κατὰ τὴν ἀρχήν, ἀλλ᾿ αἰεὶ παρεσκε[ύ]αζεν
εἰρήνην καὶ ἐτήρει τὴν ἡσυχίαν· διὸ πολλὰ κλέ[α ἐ]θρ[ύλλο]υν ὡς [ἡ] Πεισιστράτου τυραννὶς ὁ ἐπὶ Κρόν[ου] βίος εἴη· συνίβη γὰρ ἀρχήν. μέγιστον δὲ παντων ἧ[ν] τῶν ε[ἰρη]μένων τὸ δημοτικὸν εἷναι τῷ ἤθει καὶ 11 φιλάνθρωπον. ἔν τε γὰρ τοῖς ἄλλο[ις] ἐβ[ούλ]ετο πάντα διοικεῖν κατὰ τοὺς
12 ἀρ]χ[ῇ] καὶ [ὅ]τ᾿ ἐκπέσοι πάλιν άνελάμβανε ῥᾳδίως. ἐβούλοντο γὰρ καὶ τῶν γνωρίμων καὶ τῶν δημοτικῶν οἱ πολλοί· τοὺς μὲν γὰρ ταῖς ὁμιλίαις
τοὺς δὲ ταῖς εἰς τὰ ἴδια βοηθείαις προσ[ή]γετο, καὶ πρὸς ἀμφοτέρους ἐπεφύκει καλῶς. ἧσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι 13 πρᾷοι κατ᾿ ἐκίνους τοῦς καιροὺς οἵ τ᾿ ἄλλοι καὶ δὴ καὶ ὁ μάλιστα καθήκων πρὸς τὴν τῆς τυρανννίδος <κατάστασιν>. νόμος γὰρ αὐτοῖς ἧν ὅδε· ῾θέσμια τάδε Ἀθηναίων ἐστὶ καὶ πάτρια· ἐάν τινες τυραννεῖν ἐπανιστῶνται [ἐπὶ
τυραννίδι] ἢ συγκαθιστῇ τὴν τυραννίδα, ἄτιμον εἷναι καὶ αὐτὸν καὶ γένος᾿.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.