πολὺν χρόνον κατέσχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους θυγατρὶ συγγίγνεσθαι φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆθεν), καὶ 2 πρῶτον μὲν συνῴκισε περὶ τὸν Θερμαῖον κόλπον χωρίον ὅ καλεῖται ῾Ραίκηλος, ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς περὶ Πάγγαιον τόπους. ὅθεν χρηματισάμενος ακὶ στρατιώτας μισθωσάμενος ἐλθὼν εἰς Ἐρέτριαν ἑνδεκάτῳ πάλιν
ἔτει τό<τε> πρῶτον ἀνσῴσασθαι βίᾳ τὴν ἀρχὴν ἐπεχερει, συμπροθυμουμένων αὐτῷ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ Θηβαίων καὶ Λυγδάμιος τοῦ Ναξίου, ἔτι δὲ τῶν ἱππέων τῶν ἐχόντων ἐν Ἐρετρίᾳ τὴν πολιτείαν. | νικήσας δὲ τὴν ἐπὶ Παλληνίδι γάχην καὶ λαβὼν τὴν [π]όλιν καὶ παρελό- 3 4 25 τότε Bl., al.; το L ανασωσασθαι L 28 πόλιν Wn. (K-W3) recte it vid. 5 6 μενος τοῦ δήμου τὰ ὅπλα κατεῖχεν ἤδη τὴν τυραννίδα βεβαίως· καὶ Νάξον 7 ἑλὼν ἄρχοντα κατέστησε Λύγδαμιν. παρείλετο δὲ τοῦ δήμου τὰ ὅπλα τόνδε 8 τὸν τρόπον. ἐξοπλασίαν ἐν τῷ θησείῳ ποιησάμενος ἐκκλησιάζειν ἐπεχείρει, καὶ [χρόνον προσηγό]ρευεν μικρόν· οὐ φασκόντων δὲ κατακούειν
αὐτοὺς προσαναβῆναι πρὸς τὸ πρόπυλον τῆς ἀκροπόλεως, ἵνα γεγωνῇ μᾶλλον. ἐν ᾧ δ᾿ ἐκεῖνος διέτριβε δημηγορῶν, ἀνελόντες οἱ ἐπὶ τούτῳ τεταγμένοι τ[ὰ ὅπ]λα καὶ [κατα]κλείσαντες εἰς τὰ πλησίον οἰκήματα τοῦ Θησείου ἐλθόντες πρὸς τὸν Πεισίστρατον. ὁ δὲ ἐπεὶ τὸν ἄλλον λόγον 9 ἐπετέλεσεν, εἶπε καὶ περὶ τῶν ὅπλων τὸ γεγονὸς ὡς οὐ χρὴ θαυμάζειν
οὐδ᾿ ἀθυμεῖν, ἀλλ᾿ ἀπελθόντας ἐπὶ τῶν ἐδίων τῶν δὲ κοινῶν αὐ[τὸς] ἐπ[ι]μελήσεσθαι πάντων.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.