τούτους συνέπεσε μηδ᾿ ἡγεμόνα ἔχειν τοὺς ἐπιεικεστέρους, ἀλλ᾿ αὐτῶν προεστάναι Κίμωνα τὸν Μιλτιάδου, νεώτερον ἄντα καὶ πρὸς τὴν πόλιν ὀψὲ προσελθόντα, πρὸς δὲ τούτοις ἐφθάρθαι τοὺς πολλοὺς κατὰ πόλεμον· τῆς γὰρ στρατείας γιγνομένης ἐν τοῖς τότε χρόνοις ἐκ καταλόγου καὶ στρατηγῶν ἐφισταμένων ἀπείρων μὲν τοῦ πολεμεῖν τιμωμένων δὲ διὰ τὰς
πατρικὰς δόξας, αἰξας, αἰεὶ συνέβαινεν τῶν ἐξιόντων ἀνὰ δισχιλίους ἢ τρισχιλίους ἀπόλλυσθαι, ὥστε ἀναλίσκεσθαι τοὺς ἐπιεικεῖς καὶ τοῦ δήμου καὶ τῶν εὐπόρων. τὰ μὲν οὗν ἄλλα πάντα διῴκουν οὐχ ὁμοίως καὶ πρότερον 2 τοῖς νόμοις προσέχοντες, τὴν δὲ τῶν ἐννέα ἀρχόντων αἴρεσιν οὐκ ἐκίνουν, ἀλλ᾿ ἕκτῳ ἔτει μετὰ τὸν Ἐφιάλτου θάνατον ἔγνωσαν καὶ ἐκ ζευγιτῶν προκρίνεσθαι
τοὺς κληρωσομένους τῶν ἐννέα ἀρχόντων, καὶ πρῶτος ἧρξεν ἐξ αὐτῶν Μνησιθείδης. οἱ δὲ πρὸ τούτου πάντες ἐξ ἱππένων καὶ πεντακοσιομεδίμνων ἧσαν, οἱ <δὲ> ζευγῖται τὰς ἐγκυκλίους ἧρχον, εἰ μή τι παρεωρᾶτο τῶν ἐν τοῖς νόμοις. ἐτει δὲ πέμπτῳ μετὰ ταῦτα ἐπὶ Λυσικράτους ἄρχοντος 3 ol Tptdxovra 6“·ασταὶ xατ-ψτησαv :άh̓́ οἱ ιΜμΛ--οι xατὰ ὀήμοον xal 4
τρίτῳ μετὰ τοῦτον ἐπὶ Ἀντιδότου διὰ τὸ πλῆθος τῶν πολιτῶν Περικλέους εἰπόντος ἔγνωσαν μὴ μετέχειν τῆς πόλεως ὅς ἄν μὴ ἐξ ἀμφοῖν ἀστοῖν ᾖ γεγονώς.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.