πλήθους γενόμενος τοῦ δήμου προστάτης Ἐφιάλτης ὁ Σοφωνίδου, | δοκῶν 2 καὶ ἀδωροδόκητος εἶναι καὶ δίκαις πρὸς τὴν πολιτείαν, ἐπέθετο τῇ βουλῇ. καὶ πρῶντον μὲν ἀνεῖλεν πολλοὺς τῶν Ἀρεοπαγιτῶν, ἀγῶνας ἐπιφέρων περὶ 3 τῶν διῳκημένων· ἒπειτα τῆς βουλῆς ἐπὶ Κόνωνος ἂρχοντος ἃπαντας περιείλε<το> τὰ ἐπίθετα δἰ ὦν ἦν ἡ τῆς πολιτείας φυλακὴ, καὶ τὰ
τοῖς τεντακοσίοις τὰ δὲ τῷ δήμῳ καὶ τοῖς δικαστηρίοις ἀπέδωκεν. ἒπρα[ξ]ε δὲ ταῦτα συναιτίου γενομένου Θεμιστοκλέους, ὃς ἦν μὲν τῶν 4 Ἀρεοπαγιτῶν, ἒμελλε ὃὲ κρίνεσθαι μηδισμοῦ. βουλόμενος δὲ καταλουῆναι 5 6 τὴν βουλὴν ὁ Θεμιστοκλῆς πρὸς μὲν τὸν Ἐφιαάλτην ἔλεγεν ὅτι συναρπάζειν 7 αὐτὸν ἡ βουλὴ μέλλει, πρὸς δὲ τοὺς Ἀρεοπαγίτας ὅτι δείδει τινὰς συνισταμένους ἐπὶ καταλύσει τῆς πολιτείας. ἀγαγὼν δὲ τοὺς αἱρεθέντας τῆς βουλῆς οὗ διέτριβεν ὁ Ἐφιάλτης, ἵνα δείξῃ τοὺς ἀθροιζομένους, διελέγετο
μετὰ σπουδῆς αὐτοῖς. ὁ δ᾿ Ἐφιάλτης ὡς εἷδεν καταπλαγεὶς καθίζει μονοχίτων ἐπὶ τὸν βωμόν. θαυμασάντων δὲ πάντων τὸ γεγον[ὸς] καὶ μετὰ 8 ταῦτα συναθροισθείσης τῆς βουλῆς τῶν πεντακοσίων κατηγόρους τῶν Ἀρεοπαγιτῶν ὅ τ᾿ Ἐφιάλτης καὶ <ὁ> Θεμιστοκλῆς, καὶ πάλιν ἐν τῷ δήμῳ τὸν αὐτὸν τρόπον, ἕως περιείλοντο αὐτῶν τὴν δύναμιν. καί * * * ἀνῃρέθη
δὲ και ὁ Ἐφιάλτης δολοφονηθεὶς μετ᾿ οὐ πολὺν χρόνον δἰ Ἀριστοδίκου τοῦ Ταναγραίου.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.