καταβάντας ἐκ τῶν ἀγρῶν οἰκεῖν ἐν τῷ ἂστει· τροφὴν γὰρ ἒσεσθαι πᾶσι, τοῖς μὲν στρατευομένοις, τοῖς δὲ δρουροῦσι, τοῖς δὲ τὰ κοινὰ πράττουσι, εἶθ᾿ οὓτων κατασχήσειν τὴν ἡγεμονίαν. πεισθέντες δὲ ταῦτα καὶ λαβόντες 2 τὴν ἀρχὴν τοῖς τε συμμάχοις δεσποτικωτέρως ἐχρῶντο πλὴν χίων Ταὶ Λεσβίων καὶ Σαμίων· τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐωντες τάς τε
πολιτείας παρ᾿ αὐτοῖς καὶ ἂρχειν ὦν ἒτυχον ἂρχοντες. κατέστησαν δὲ 3 καὶ τοῖς πολλοῖς εὐπορίαν τροφῆς, ὣστερ Ἀριστείδης εἰσηγήσατο. συνβαινεν γὰρ ἀπὸ τῶν φόρων καὶ τῶν τελῶν καὶ τῶν συμμάχων πλείους ἢ δισμυρίους ἂνδρας τρέφεσθαι. δικασταὶ μὲν γὰρ ἦσαν ἑξακισχίλιοι, τοξόται δ᾿ ἑξακόσιοι καὶ χίλιοι, καὶ πρὸς τούτοις ἱππεῖς χίλιοι καὶ διακόσιοι, βουλὴ
δὲ πεντακόσιοι, καὶ φρουροὶ νεωρὶων πεντακόσιοι, καὶ πρὸς τούτοις ἐν τῇ πόλει φρουροὶ νݲ ἀρχαὶ δ᾿ ἒνδημοι μὲν εἰς ἑπτακοσίους ἂνδρας, δ᾿ εἰς † ἑπτακοσίους· πρὸς δὲ τούτοις ἐπεὶ συνεστήσαντο τὸν πόλεμον ὓστερον, ὁπλῖται μὲν δισχίλιοι καὶ πεντακόσιοι, νῆες δὲ φρουρίδες εἲκοσι, ἄλλαι δὲ νῆες αἱ τοὺς φόρους ἂγουσαι τοὺς ἀπὸ τοῦ κυάμου δισχιλίους
ἂνδρας, ἒτι δὲ πρυτανεῖον καὶ ὀρφανοὶ καὶ δεσμωτῶν φύλακες· ἃπασι γὰρ τούτοις ἀπὸ τῶν κοινῶν ἡ διοίκησις ἦν.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.