γόρας ὁ Τεισάνδρου φίλος ὢν τῶν τυράννων καὶ Κλεισθένης τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν. ἡττώμενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης προσηγάγετο τὸν δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαλόρας 2 ἐπιλειπόμενος τῇ δυνάμει πάλιν επικαλεσάμενος τὸν Κλεομένην, ὂντα ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἂγος, διὰ τὸ τοὺς Ἀλκμεωνίσας δοκεῖν εἶναι
τῶν ἐναγῶν. ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους 3 με᾿ ὀλίγων ἠγηλάτει τῶν Ἀθηναίων ἐπτακοσίας οἰκίας· ταῦτα δὲ διαπραξάμενος τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν φίλων μετ᾿ αὐτοῦ κυρίους κκθιστάναι τῆς πόλεως. τῆς δὲ βουλὴς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους οἱ μὲν περὶ τὸν Κλεομένην
καὶ Ἰσαγόραν κατέφογον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ᾿ 4 5 αὐτοῦ πάντας ἀφεῖσαν ὑποσπόνδους, Κλεισθένη δὲ καὶ τοὺς ἂλλους φυλάδας 6 μετεπέμψαντο. κατασχόντος δὲ τοῦ δήμου τὰ πράγματα Κλεισθένης 7 ἡγεμὼν ἦν καὶ τοῦ δήμου προστάτης. αἰτιώτατοι γὰρ σχεδόν ἐγένοντο τῆς ἐκβολῆς τῶν τυράννων οἱ Ἀλκμεωνίδαι καὶ στασιάζοντες τὰ πολλὰ
διετέλεσαν. ἔτι δὲ πρότερον τῶν Ἀλκμεωνιδῶν Κήδων ἐπέθετο τοῖς 8 τυράννοις, διὸ καὶ ᾖδον καὶ κἰς τοῦτον ἐν τοῖς σκολιοῖς·
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.