τότε δὲ τοῦ πλήθους προεστηκὼς ἒτει τετάρτῳ μετὰ τὴν τῶν τυράννων κατάλυσιν ἐπὶ Ἰσαγόρου ἂρχοντος, πρῶτον μὲν οὖν συνένειμε πάντας εἰς 2 δέκα φυλὰς ἀντὶ τῶν τεττάρων, ἀναμεῖξαι βουλόμενος, ὃπως μετάσχωσι πλείους τῆς πολιτείας· ὃδεν ἐλέχθη καὶ τὸ μὴ φυλοκρινεῖν | πρὸς τοὺς 3 ἐξετάζιν τὰ γένη βουλομένους. ἒπειτα τὴν βουλὴν πεντακοσίο[υ]ς ἀντὶ 4
τετρακοσίων κατέστησεν, πεντήκοντα ἐξ ἐκάστης φυλῆς· τότε δ᾿ ἦσαν ἐκατόν. διὰ τοῦτο οὐκ εἰς δώδεκα φυλὰς συνέταξεν, ὃπω[ς] αὐτῷ μὴ μὴ συμβαίνῃ μερίζειν κατὰ τὰς προϋπαρχούσας τριττῦς· ἦσαν γὰρ ἐκ δ φυλῶν δώδεκα τριττύες, ὣστ᾿ οὐ [συν]έπιπτεν <ἂν> ἀναμίσγεσθαι διένειμε δὲ καὶ τὴν χώραν κατὰ δήμους τριάκοντα μέρη, δέκα μὲν τῶν 5
περὶ τὸ ἂστυ, δὲ τῆς παραλίας, δέκα δὲ τῆς μεσουείου, καὶ ταύτας TauTa? ἐπονομάσας τριττῦς ἐκλήρωσεν τρεῖς εἰς τὴν φυλὴν ἐκάστην, ὃπως ἐκάστη μετέχῃ πάντων τῶν τόπων. καὶ δημότας ἐποίησεν ἀλλήλων τοὺς οἰκοῦντας ἐν ἐκάστῳ τῶν δήμων, ἳνα μὴ πατρόθεν προσαγορεύοντες ἐξελέγχωσιν τοὺς 6 7 8 νεοπολίτας, ἀλλὰ τῶν δήμων ἀναγορεύωσιν· ὃθεν καὶ καλοῦσιν Ἀθηναῖοι 9 σφᾶς αὐτοὺς τῶν δήμων. κατέστησε δὲ καὶ δημάρχους τὴν αὐτὴν ἒχοντας 10 ἐπιμέλειαν τοὶς πρότερον ναυκράροις· καὶ γὰρ τοὺς δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησεν. προσηγόρευσε δὲ τῶν δήμων τοὺς μὲν ἀπὸ τῶν τόπων,
τοὺς δὲ ἀπὸ τῶν κτισάντων· οὐ γὰρ ἃπαντες ὑπῆρχον ἒτι τοῖς τόποις. τὰ δὲ γένη καὶ τὰς φρατρὶας καὶ τὰς ἱερωσύνας εἲασεν ἒχειν ἑκάστουςκατà 11 τὰ πάτρια. ταῖς δὲ φυλαῖς ἐποίησεν ἐπωνύμους ἐκ τῶν προκριθέντων ἐκατὸν ἀχηγετῶν, οὓς ἀνεῖλεν ἡ Πυδία, δέκα.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.