XX. καταλυθείσης δὲ τῆς τυραννίσος ἐστασίαζον πρὸς ἀλλήλους Ἰσα.
1
γόρας ὁ Τεισάνδρου φίλος ὢν τῶν τυράννων καὶ Κλεισθένης τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν. ἡττώμενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης προσηγάγετο τὸν δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαλόρας
2
ἐπιλειπόμενος τῇ δυνάμει πάλιν επικαλεσάμενος τὸν Κλεομένην, ὂντα ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἂγος, διὰ τὸ τοὺς Ἀλκμεωνίσας δοκεῖν εἶναι
τῶν ἐναγῶν. ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους
3
με᾿ ὀλίγων ἠγηλάτει τῶν Ἀθηναίων ἐπτακοσίας οἰκίας· ταῦτα δὲ διαπραξάμενος τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν φίλων μετ᾿ αὐτοῦ κυρίους κκθιστάναι τῆς πόλεως. τῆς δὲ βουλὴς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους οἱ μὲν περὶ τὸν Κλεομένην
καὶ Ἰσαγόραν κατέφογον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ᾿
4
5
αὐτοῦ πάντας ἀφεῖσαν ὑποσπόνδους, Κλεισθένη δὲ καὶ τοὺς ἂλλους φυλάδας
6
μετεπέμψαντο. κατασχόντος δὲ τοῦ δήμου τὰ πράγματα Κλεισθένης
7
ἡγεμὼν ἦν καὶ τοῦ δήμου προστάτης. αἰτιώτατοι γὰρ σχεδόν ἐγένοντο τῆς ἐκβολῆς τῶν τυράννων οἱ Ἀλκμεωνίδαι καὶ στασιάζοντες τὰ πολλὰ
διετέλεσαν. ἔτι δὲ πρότερον τῶν Ἀλκμεωνιδῶν Κήδων ἐπέθετο τοῖς
8
τυράννοις, διὸ καὶ ᾖδον καὶ κἰς τοῦτον ἐν τοῖς σκολιοῖς·
ἒγχει καὶ Κήδωνι, διάκονε, μηδ᾿ ἐπιλήθου,
εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.