ΧΟ.
ἰὼ θεοὶ νεώτεροι
παλαιοὺς νόμους
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
810
ἐγὼ δ᾽ ἄτιμος ἡ τάλαινα βαρύκοτος
ἐν γᾶι τᾶιδε, φεῦ,
ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας
σταλαγμὸν χθονί
ἄφορον· ἐκ δὲ τοῦ
815
λειχὴν ἄφυλλος ἄτεκνος, ὦ δίκα (δίκα),
πέδον ἐπισύμενος
βροτοφθόρους κηλίδας ἐν χώραι βαλεῖ.
στενάζω· τί ῥέξω; γελῶμαι πολίταις.
δύσοισθ᾽ ἅπαθον.
820
ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
Νυκτὸς ἀτιμοπενθεῖς. –
Eumenides. Aeschylus. ed. Ulrich von Wilamowitz-Moellendorff. Berolini. 1914.