Πυθιας
Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
1
τὴν πρωτόμαντιν Γαῖαν: ἐκ δὲ τῆς Θέμιν,
ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο
μαντεῖον, ὡς λόγος τις: ἐν δὲ τῷ τρίτῳ
λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
5
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
Φοίβη: δίδωσι
1
δ᾽ ἣ γενέθλιον δόσιν
Φοίβῳ: τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
10
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽
2
ἕδρας.
πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
15
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε
3
μάντιν ἐν θρόνοις:
4
Διὸς προφήτης δ᾽ ἐστὶ
5
Λοξίας πατρός.
τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
20
Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται.
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή:
6
Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
25
λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον:
Πλειστοῦ
7
τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
30
ἄριστα δοῖεν: κεἰ παρ᾽
8
Ἑλλήνων τινές,
ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
34
ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,
πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
35
ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν:
9
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ
10
σκελῶν.
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν:
ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ
11
40
ἕδραν ἔχοντα
12
προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ.
45
πρόσθεν δὲ τἀνδρὸς
13
τοῦδε θαυμαστὸς λόχος
14
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας
50
δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι:
ῥέγκουσι δ᾽ οὐ πλατοῖσι
15
φυσιάμασιν:
ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα:
16
καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
55
φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.
τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας
οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος
τρέφουσ᾽ ἀνατὶ μὴ μεταστένειν πόνον.
17
τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων
60
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
Ἀπολλων
οὔτοι προδώσω: διὰ τέλους δέ σοι φύλαξ
ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν
65
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς:
ὕπνῳ πεσοῦσαι
18
δ᾽ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται
θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε:
70
κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
75
†βιβῶντ᾽ ἀν᾽
19
ἀεὶ† τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον
20
καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον: μολὼν δὲ Παλλάδος
21
ποτὶ πτόλιν
ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
80
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων.
καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.
Κλυταιμηστρας Ειδωλον
εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη
95
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν
23
μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δ᾽ ἀλῶμαι: προυννέπω δ᾽ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο:
παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
100
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὁρᾶτε
24
πληγὰς τάσδε καρδίας ὅθεν.
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος
25
βροτῶν.
105
ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
χοάς τ᾽ ἀοίνους, νηφάλια
26
μειλίγματα,
καὶ νυκτίσεμνα
27
δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
110
ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
28
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας
29
μέγα.
ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί.
115
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα
30
καλῶ.