ΗΛΕΚΤΡΑ
1
Δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ
τύφω δὲ Μ1 οἶμαι τύμβω Μ2 i. m. χέουσα τάσδε κηδείους χοάς ;
πῶς εὔφρον' εἴπω ; πῶς κατεύξομαι πατρί ;
85
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα ;
τῶνδ' οὐ πάρεστι θάρσος, οὐδ' ἔχω τί φῶ
χέουσα τόνδε πελανὸν ἐν τύμβῳ πατρός.
Ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
90
ἔσθλ'
ἔστ' ἀντιδοῦναι τοῖσι
πέμπουσιν
-σι τάδε
στέφη δόσιν τε τῶν κακῶν ἐπαξίαν ;
ἢ σῖγ' ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ'
ἐκχέασα
-έουσα, γάποτον χύσιν,
ΧΟΗΦΟΡΟΙ
ΗΛΕΚΤΡΑ
στείχω, καθάρμαθ' ὥς τις ἐκπέμψας, πάλιν,
95
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν ;
Τῆσδ' ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν·
μὴ κεύθετ' ἔνδον καρδίας φόβῳ τινός·
τὸ μόρσιμον γὰρ τόν τ' ἐλεύθερον μένει
100
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός·
ἔχεις
ἔχοις ὑπέρτερον. Λέγοις ἂν εἴ τι τῶνδ'
Libation Bearers. Aeschylus. Paul Mazon (Editor). Paris. 1920-1925.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Schmidt Sciences.