Libation Bearers. Aeschylus. ed. Gottfried Hermann. Lipsiae. 1852.
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Current edition Experimental
Critical apparatus to The Libation Bearers (OCR draft) (Latin) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of The Libation Bearers.)
Provisional text from uncorrected OCR; expect errors.
Editions (8)
Χοηφóρoι First1KGreek (Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.) — 83-314 focus
Ἠλέκτρα
δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
85
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι:
τί φῶ
1
χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι
2
πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
90
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
3
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἔσθλ᾽
4
ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
στέφη, δόσιν γε
5
τῶν κακῶν ἐπαξίαν;
95
ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ᾽ ἐκχέασα,
6
γάποτον χύσιν,
στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι:
100
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις
7
ὑπέρτερον.
105
106
ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι:
Χορός
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ἠλέκτρα
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορός
φθέγγου χέουσα κεδνὰ
8
τοῖσιν εὔφροσιν.
Ἠλέκτρα
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
110
Χορός
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
Ἠλέκτρα
ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι
9
τάδε;
Χορός
αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
Ἠλέκτρα
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;
Χορός
μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.
115
Ἠλέκτρα
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
Χορός
τοῖς αἰτίοις νῦν
10
τοῦ φόνου μεμνημένη???
Ἠλέκτρα
τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
Χορός
ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα???
Ἠλέκτρα
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
11
120
Χορός
ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.
Ἠλέκτρα
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
Χορός
πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Ἠλέκτρα
12
κῆρυξ μέγιστε
13
τῶν ἄνω τε καὶ κάτω,
<ἄρηξον,>
14
Ἑρμῆ χθόνιε, κηρύξας ἐμοί,
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
125
εὐχάς, πατρῴων δωμάτων
15
ἐπισκόπους,
καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει:
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ
130
φίλον τ᾽ Ὀρέστην: †πῶς ἀνάξομεν δόμοις.
16
πεπραμένοι
17
γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
κἀγὼ μὲν ἀντίδουλος: ἐκ δὲ χρημάτων
135
φεύγων
18
Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως
ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ:
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
140
μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
21
”
ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς
22
ἀρᾶς,
145
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν:
“ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”
τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
150
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
152
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις
τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.
Χορός
ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ,
πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽
ἀπότροπον ἄγος
23
ἀπεύχετον
155
κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε,
σέβας ὦ
24
δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοτοῖ,
ἴτω τις
25
δορυ-
σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,
160
Σκυθικά τ᾽
26
ἐν χεροῖν παλίντον᾽
ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης
σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη.
27
164
Ἠλέκτρα
νέου δὲ μύθου τοῦδε κοινωνήσατε.
165
Χορός
λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ.
Ἠλέκτρα
ὁρῶ
30
τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορός
τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;
Ἠλέκτρα
εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.
170
Χορός
πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
Ἠλέκτρα
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό
31
νιν.
Χορός
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
Ἠλέκτρα
καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος.
Χορός
ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
175
Ἠλέκτρα
αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
Χορός
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν
32
τόδε;
Ἠλέκτρα
μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται.
Χορός
καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;
Ἠλέκτρα
ἔπεμψε χαίτην
33
κουρίμην χάριν πατρός.
180
Χορός
οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
Ἠλέκτρα
κἀμοὶ προσέστη καρδίας κλυδώνιον
χολῆς, ἐπαίσθην
34
δ᾽ ὡς διανταίῳ βέλει:
ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
185
σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε: πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,
ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
190
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου—σαίνομαι
35
δ᾽ ὑπ᾽ ἐλπίδος.
195
φεῦ.
εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην,
195
ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,
36
ἀλλ᾽ εὖ ᾽σαφήνει
37
τόνδ᾽ ἀποπτύσαι πλόκον,
εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
200
ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
38
στροβούμεθ᾽: εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
205
ποδῶν
39
ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖσ—
καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινόσ—
πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι
εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
210
πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.
40
ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
Ὀρέστης
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
Ἠλέκτρα
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
Ὀρέστης
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου
41
πάλαι.
215
Ἠλέκτρα
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
Ὀρέστης
σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.
42
Ἠλέκτρα
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
Ὀρέστης
ὅδ᾽ εἰμί: μὴ μάτευ᾽
43
ἐμοῦ μᾶλλον φίλον.
Ἠλέκτρα
ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;
220
Ὀρέστης
αὐτὸς καθ᾽ αὑτοῦ τἄρα
44
μηχανορραφῶ.
Ἠλέκτρα
ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
Ὀρέστης
κἀν τοῖς ἐμοῖς ἄρ᾽,
45
εἴπερ ἔν γε τοῖσι σοῖς.
Ἠλέκτρα
ὡς ὄντ᾽ Ὀρέστην τἄρ᾽
46
ἐγὼ προσεννέπω;
225
Ὀρέστης
αὐτὸν μὲν οὖν
47
ὁρῶσα δυσμαθεῖς ἐμέ:
225
κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
σκέψαι τομῇ
48
προσθεῖσα βόστρυχον τριχὸς
230
ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾽κπλαγῇς
54
φρένας:
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
Ἠλέκτρα
ὦ φίλτατον μέλημα δώμασιν πατρός,
235
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός.
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί: προσαυδᾶν δ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον
πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
240
στέργηθρον: ἡ δὲ πανδίκως ἐχθαίρεται:
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου:
πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων
μόνον
55
Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.
56
245
Ὀρέστης
ἰδοῦ δὲ γένναν εὖνιν
59
αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους
νῆστις πιέζει λιμός: οὐ γὰρ ἐντελεῖς
60
250
θήραν πατρῴαν
61
προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω,
62
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
255
πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον
63
γέρας;
οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ
64
βροτοῖς:
οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν
260
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
65
κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας
66
μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
264
Χορός
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
265
γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας: οὓς ἴδοιμ᾽ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Ὀρέστης
οὔτοι
67
προδώσει Λοξίου μεγασθενὴς
χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
270
κἀξορθιάζων
68
πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους:
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
ἀποχρημάτοισι ζημίαις ταυρούμενον:
275
αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
69
βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν
70
νόσους,
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
280
λειχῆνας
71
ἐξέσθοντας ἀρχαίαν φύσιν:
λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν
72
νόσῳ:
ἄλλας τ᾽ ἐφώνει
73
προσβολάς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας:
74
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
285
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν
κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
290
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος
75
μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν: δέχεσθαι <δ᾽>
76
οὔτε συλλύειν τινά.
πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
295
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
77
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν
79
ἵμεροι,
θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
300
καὶ πρὸς πιέζει
80
χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
θήλεια γὰρ φρήν: εἰ δὲ μή, τάχ᾽ εἴσεται.
305
306
Χοηφóρoι Perseus (Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.) — 22-83b focus
Χορός
ἰαλτὸς ἐκ δόμων ἔβαν
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
ὄνυχος ἄλοκι νεοτόμῳ·
25
διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δʼ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν,
προστέρνῳ στολμῷ
πέπλων ἀγελάστοις
30
ξυμφοραῖς πεπληγμένων.
Χορός
τορὸς δὲ Φοῖβος ὀρθόθριξ
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ,
35
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταί
τε τῶνδʼ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς
νέρθεν περιθύμως
40
τοῖς κτανοῦσί τʼ ἐγκοτεῖν.
Χορός
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
ἰὼ γαῖα μαῖα,
μωμένα μʼ ἰάλλει
45
δύσθεος γυνά. φοβοῦ-
μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων.
50
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισι.
Χορός
σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
55
διʼ ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δʼ εὐτυχεῖν,
τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
60
ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δʼ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη
βρύει,
τοὺς δʼ ἄκραντος ἔχει νύξ.
65
Χορός
διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς
δʼ ἄτα διαφέρει
τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
70
Χορός
θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
προβαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.
Χορός
ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν
75
θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων
πατρῴων δούλιόν
μʼ ἐσᾶγον αἶσαν̓—
δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
βίᾳ φρενῶν αἰνέσαι
80
πικρὸν στύγος κρατούσῃ.
δακρύω δʼ ὑφʼ εἱμάτων
ματαίοισι δεσποτᾶν
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
Χοηφόροι (OCR draft) Experimental (Χοηφόροι. Guilielmus Dindorfius, 1882.) — 55 focus
Χοηφόροι (OCR draft) Experimental (Χοηφόροι. Gottfried Hermann, 1852.) — 55 focus
σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
δι' ὤτων φρενός τε δαμίας περαῖνον
50
Χορός
νῦν ἀφίσταται· φοβεῖται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
55
μένει χρονίζοντ᾽ ἀτυχεῖ,
τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.
στρ. γ'.
ΧΟΗΦΟΡΟΙ (OCR draft) Experimental (ΧΟΗΦΟΡΟΙ. Paul Mazon, 1920-1925.) — 55 focus
Σέβας δ' ἄμαχον
ἀδάματον
-μαντον ἀπόλεμον τὸ πρὶν
Ant. 2.
δι' ὤτων
φρενός
φρένες τε δαμίας περαῖ-
55
νον νῦν
ἀφίσταται
ἀμφ- M2 s.l.· φοβεῖ-
ται δέ τις· τὸ δ' εὐτυχεῖν,
τόδ' ἐν
βροτοῖς
-τοῖσι θεός τε καὶ θεοῦ πλέον·
ῥοπὴ δ' ἐπισκοπεῖ
Δίκας
δίκαν
ταχεῖα
τοὺς
τοῖς μὲν ἐν φάει·
60
τὰ δ' ἐν μεταιχμίῳ σκότου
μένει
χρονίζοντας ἄχη
χρονίζοντ' ἄχη βρύει (cf. 70 ; βρύει iam deleuerat Hermann)·
τοὺς δ' ἄκραντος ἔχει νύξ·
Χοηφόροι (OCR draft) Experimental (Χοηφόροι. N. Wecklein, 1885.) — 55 focus
Χοηφόροι (OCR draft) Experimental (Χοηφόροι. Martin L. West, 1990.) — 55 focus
σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρίν
55
δι᾽ ὤτων φρενός τε δαμίας περαῖνον
νῦν ἀφίσταται, φοβεῖται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον·
60
Aeschyli Choephori (OCR draft) Experimental (Aeschyli Choephori. Ulrich von Wilamowitz-Moellendorff, 1914.) — 55 focus
Translations (10)
Libation Bearers Perseus (Aeschylus, Volume 2. Smyth, Herbert Weir, translator. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926. (Modernized by Perseus.)) — 22-82 focus
Chorus
Sent forth from the palace I have come to convey libations to the sound of sharp blows of my hands. My cheek is marked with bloody gashes
where my nails have cut fresh furrows. And yet through all my life my heart is fed with lamentation. Rips are torn by my griefs through the linen web of my garment, torn in the cloth that covers my breast,
25
the cloth of robes struck for the sake of my mirthless misfortunes.
30
Chorus
For with a hair-raising shriek, Terror, the diviner of dreams for our house, breathing wrath out of sleep, uttered a cry of terror in the dead of night from the heart of the palace,
a cry that fell heavily on the women’s quarter.
1
And the readers of these dreams, bound under pledge, cried out from the god that those
35
beneath the earth cast furious reproaches and rage against their murderers.
40
Chorus
Intending to ward off evil with such a graceless grace, O mother Earth,
she sends me forth, godless woman that she is. But I am afraid to utter the words she charged me to speak. For what atonement is there for blood fallen to earth? Ah, hearth of utter grief!
45
Ah, house laid low in ruin! Sunless darkness, loathed by men, enshrouds our house due to the death of its master.
50
The awe of majesty once unconquered, unvanquished, irresistible in war, that penetrated the ears and heart of the people, is now cast off. But there is still fear. And prosperity—this,
55
among mortals, is a god and more than a god. But the balance of Justice keeps watch: swiftly it descends on those in the light; sometimes pain waits for those who linger on the frontier of twilight;
60
and others are claimed by strengthless night.
65
Chorus
Because of blood drunk up by the fostering earth, the vengeful gore lies clotted and will not dissolve away. Soul-racking calamity distracts
the guilty man till he is steeped in utter misery.
70
But for the violator of a bridal chamber there is no cure. And though all streams flow in one course to cleanse the blood from a polluted hand, they rush in vain.
Chorus
For since the gods laid constraining doom about my city and led me from my father’s house to a slave’s lot, it is fitting for me to govern my bitter hate, even against my will, and submit to the wishes of my masters, whether just or unjust.
75
But I weep beneath my veil over the senseless fate of my lord, my heart chilled by secret grief.
The Libation Bearers (OCR draft) Experimental (The Libation Bearers. Theodore Alois Buckley, 1849.) — 55 focus
LES CHOÉPHORES (OCR draft) Experimental (LES CHOÉPHORES. Paul Mazon, 1920-1925.) — 55 focus
Le respect d'antan, invincible, indestructible, inattaquable, qui pénétrait le cœur comme les oreilles du peuple, maintenant s'est évanoui : la crainte règne seule. Le succès, voilà
ce dont les mortels font un dieu, plus qu'un dieu. Mais la Justice vigilante atteint les uns promptement en leur midi ; à d'autres,
Le respect d'antan, invincible, indestructible, inattaquable, qui pénétrait le cœur comme les oreilles du peuple, maintenant s'est évanoui : la crainte règne seule. Le succès, voilà
ce dont les mortels font un dieu, plus qu'un dieu. Mais la Justice vigilante atteint les uns promptement en leur midi ; à d'autres,
The Choephoræ (OCR draft) Experimental (The Choephoræ. Robert Potter, 1779.) — 55 focus
Eschilo, Le Coefore: traduzione italiana di Ettore Romagnoli (OCR draft) Experimental (Eschilo, Le Coefore: traduzione italiana di Ettore Romagnoli. Ettore Romagnoli, 1922.) — 55 focus
Aeschylus, Choephori: versio Latina Ioannis Sanravii (OCR draft) Experimental (Aeschylus, Choephori: versio Latina Ioannis Sanravii. Ioannes Sanravius, 1555.) — 55 focus
Cho.
Timet'ne aliquis fortunatum uero esse,
Plus Deus Deo inter mortales potest.
50
Momentum ſpeculatur iuſticie
Celeriter, hos quidem in luce,
Hæcin intercapedine tenebrarum
Spectant, cantantia nocumenta abundant.
Aeschylus, Die Totenspende: German translation (OCR draft) Experimental (Aeschylus, Die Totenspende: German translation. Ulrich von Wilamowitz-Moellendorff, 1919–1923.) — 55 focus
The Libation Bearers (OCR draft) Experimental (The Libation Bearers. Anna Swanwick, 1886.) — 53 focus
ELECTRA
Art thou Orestes? Thou to whom I speak?
English (E. D. A. Morshead, 1889, second edition) (OCR draft) Experimental (Aeschylus, The Libation-Bearers — Morshead translation. Wikisource transcription; speech corresp and card milestones aligned to Smyth perseus-grc2.) — 55 focus
Rumour of might, unquestioned, unsubdued,
65
Pervading ears and soul of lesser men,
Is silent now and dead.
Yet rules a viler dread;
For bliss and power, however won,
As gods, and more than gods, dazzle our mortal ken.
70
Justice doth mark, with scales that swiftly sway,
Some that are yet in light;
Others in interspace of day and night,
Till Fate arouse them, stay;
And some are lapped in night, where all things are undone.
1
75
German (J. J. C. Donner, 1854; OCR review) (OCR draft) Experimental (Aeschylos. Deutsch in den Versmaßen der Urschrift. Stuttgart: Hoffmann, 1854. Native Donner line citations, Smyth card correspondence, selected textual readings and metrical facsimiles. Remaining OCR differences and unattributed reading notes are documented in the linked review inventory.) — 55 focus
Die niebezwungne, niegebeugte Siegerin,
Die Scheu, die des Volkes Ohr und Herz erfüllte,
Schwindet nun dahin: denn wer
1
Fürchtet noch? Das Glück allein,
Das ist der Gott der Menschen, ist noch mehr als Gott.
65
Doch Einen rafft am hellen Tag
Des Rechtes Wage schnell dahin;
Den drückt sie machtvoll, säumend zwar,
2
Im Dämmerlicht nieder in Staub;
Den hüllt ewige Nacht ein.
70
Dritte Strophe.
Commentary
Critical apparatus to The Libation Bearers (OCR draft) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of The Libation Bearers.) focus
48.
mvp-aeschylus-tlg0085-tlg006-hermann1852-appcrit-lat1-33