φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
μηδὲ δεμνιοτήρης,
1450
μόλοι τὸν αἰεὶ φέρουσ᾽ ἐν ἡμῖν
Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος
φύλακος εὐμενεστάτου καὶ
πολλὰ τλάντος γυναικὸς διαί·
πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.
1455
Agamemnon. Aeschylus. ed. N. Wecklein. Berolini. 1885.