Δαρεῖος
τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
760
τόδ᾽ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ᾽ ὤπασεν,
ἕν᾽ ἄνδρ᾽ ἁπάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
Μῆδος γὰρ ἦν
20
ὁ πρῶτος ἡγεμὼν στρατοῦ:
765
ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσεν:
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
21
τρίτος δ᾽ ἀπ᾽ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις:
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
770
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε
22
στρατόν.
πέμπτος δὲ Μάρδος
23
ἦρξεν, αἰσχύνη πάτρᾳ
θρόνοισί τ᾽ ἀρχαίοισι: τὸν δὲ σὺν δόλῳ
775
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ᾽ ἦν χρέος.
[ἕκτος δὲ Μάραφις, ἕβδομος δ᾽
24
Ἀρταφρένης.]
25
κἀγὼ πάλου τ᾽
26
ἔκυρσα τοῦπερ ἤθελον,
κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ.
780
ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δ᾽ ἐμὸς παῖς ὢν νέος
27
νέα φρονεῖ,
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς:
εὖ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽, ἐμοὶ ξυνήλικες,
ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ᾽ ἔσχομεν,
785
οὐκ ἂν φανεῖμεν πήματ᾽ ἔρξαντες τόσα.
787
Δαρεῖος
παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
800
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα: συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ᾽ οὔ.
κεἴπερ τάδ᾽ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
805
ἄρδει, φίλον
31
πίασμα Βοιωτῶν χθονί:
οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει
32
παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων:
οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη
ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς:
810
βωμοὶ δ᾽ ἄιστοι, δαιμόνων θ᾽
33
ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
κρηνὶς ἀπέσβηκ᾽,
34
ἀλλ᾽ ἔτ᾽ ἐκπιδύεται.
815
τόσος γὰρ ἔσται πέλανος αἱματοσταγὴς
35
πρὸς γῇ Πλαταιῶν Δωρίδος
36
λόγχης ὕπο:
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν
37
ὄμμασιν βροτῶν
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
820
ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθ᾽ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
ὑπερφρονήσας τὸν παρόντα δαίμονα
825
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτ᾽ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,
38
πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν,
830
λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπῳ θράσει.
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσ᾽ ὑπαντίαζε παιδί. παντὶ
39
γὰρ
κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι
835
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις:
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
ὑμεῖς δέ, πρέσβεις, χαίρετ᾽, ἐν κακοῖς ὅμως
840
ψυχὴν διδόντες ἡδονῇ
40
καθ᾽ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
843