ΞΕΡΞΗΣ
Βόα νυν ἀντίδουπά μοι.
Epod.
1
ΧΟΡΟΣ
Οἰοῖ οἰοῖ.
ΞΕΡΞΗΣ
Αἰακτὸς ἐς δόμους κίε.
1070
ΧΟΡΟΣ
Ἰωά.
ΞΕΡΞΗΣ
Ἰωὰ δὴ κατ' ἄστυ.
ΧΟΡΟΣ
Ἰωὰ δῆτα, ναί, ναί.
ΞΕΡΞΗΣ
Γοᾶσθ' ἁβροβάται.
ΧΟΡΟΣ
Ἰὼ ἰὼ Περσὶς αἷα
δύσβατος
δύσβαχτος seu δυσβάικτος.
1075
ΞΕΡΞΗΣ
Ἰὴ ἰὴ τρισκάλμοισιν
ἰὴ ἰὴ βάρισιν ὀλόμενοι.
ΧΟΡΟΣ
Πέμψω τοί σε δυσθρόοις γόοις.
Persians. Aeschylus. Paul Mazon (Editor). Paris. 1920-1925.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Schmidt Sciences.