Persians. Aeschylus. ed. Gottfried Hermann. Lipsiae. 1852.
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Current edition Experimental
Critical apparatus to The Persians (OCR draft) (Latin) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of The Persians.)
Provisional text from uncorrected OCR; expect errors.
Editions (7)
Πέρσαι First1KGreek (Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.) — 909-1076 focus
Ξερξης
ἰώ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
910
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ: τί πάθω τλήμων;
λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν.
εἴθ᾽ ὄφελεν, Ζεῦ, κἀμὲ μετ᾽ ἀνδρῶν
915
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
Χορός
ὀτοτοῖ,
1
βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ περσονόμου τιμῆς μεγάλης,
κόσμου τ᾽ ἀνδρῶν,
2
920
οὓς νῦν δαίμων ἐπέκειρεν.
Ξέρξης
γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου
πολλοὶ φῶτες, χώρας ἄνθος,
925
τοξοδάμαντες, πάνυ ταρφύς τις
5
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.
6
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς
930
ἐπὶ γόνυ κέκλιται.
932
Ξέρξης
ὅδ᾽ ἐγών, οἰοῖ, αἰακτὸς
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
7
κακὸν ἄρ᾽ ἐγενόμαν.
Χορός
πρόσφθογγόν
8
σοι νόστου τὰν
935
κακοφάτιδα βοάν,
κακομέλετον ἰὰν
Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πέμψω,
πολύδακρυν ἰαχάν.
940
941
Ξέρξης
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ
μετάτροπος ἐπ᾽ ἐμοί.
Χορός
λαοπαθέα
13
σέβων
945
ἁλίτυπά τε βάρη,
πόλεως γέννας πενθητῆρος.
<κλάγξω
14
> κλάγξω
δὲ
15
γόον ἀρίδακρυν.
950
Ξέρξης
Ἰάνων γὰρ ἀπηύρα,
16
950
Ἰάνων ναύφαρκτος
Ἄρης ἑτεραλκὴς
νυχίαν
17
πλάκα κερσάμενος
δυσδαίμονά τ᾽ ἀκτάν.
Χορός
ποῦ δὲ φίλων ἄλλος ὄχλος,
ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων, [καὶ
20
] Δοτάμας, ἠδ᾽ Ἀγ-
δαβάτας,
21
Ψάμμις, Σουσισκάνης τ᾽
960
Ἀγβάτανα λιπών;
962
Ξέρξης
ὀλοοὺς ἀπέλειπον
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπ᾽ ἀκταῖς
22
Σαλαμινιάσι
23
στυφελοῦ
965
θείνοντας ἐπ᾽ ἀκτᾶς.
Χορός
οἰοιοῖ, <βόα
24
>: ποῦ σοι Φαρνοῦχος
Ἀριόμαρδός τ᾽
25
ἀγαθός,
ποῦ δὲ Σευάλκης ἄναξ,
ἢ Λίλαιος εὐπάτωρ,
970
Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
Ἀρτεμβάρης τ᾽ ἠδ᾽ Ὑσταίχμας;
τάδε σ᾽ ἐπανερόμαν.
26
974
Ξέρξης
ἰὼ ἰώ μοι,
27
τὰς ὠγυγίους κατιδόντες
975
στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.
Χορός
ἦ καὶ τὸν Περσᾶν αὐτοῦ
τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν
μυρία μυρία πεμπαστὰν
980
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τ᾽ Οἰβάρην
ἔλιπες ἔλιπες;
ὢ ὢ <ὢ
30
> δᾴων.
985
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
988
ἔλιπες ἔλιπες;
Ξέρξης
ἴυγγά μοι δῆτ᾽
ἀγαθῶν ἑτάρων ὑπορίνεις,
31
<ἄλαστ᾽
32
> ἄλαστα στυγνὰ πρόκακα λέγων.
990
Χορός
καὶ μὴν ἄλλους
35
γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
36
Ξάνθιν
37
ἄρειόν τ᾽ Ἀγχάρην,
Δίαιξίν τ᾽ ἠδ᾽ Ἀρσάκην
995
ἱππιάνακτας,
Κηγδαδάταν καὶ Λυθίμναν
Τόλμον τ᾽
38
αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον,
οὐκ ἀμφὶ σκηναῖς
1000
1002
Ξέρξης
βεβᾶσι γὰρ τοίπερ
41
ἀγρέται στρατοῦ.
Χορός
Ξέρξης
ἰὴ ἰή, ἰὼ ἰώ.
44
Χορός
ἰὼ ἰώ, δαίμονες,
1005
ἔθεσθ᾽
45
ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν Ἄτα.
1008
Ξέρξης
πεπλήγμεθ᾽ οἵᾳ δι᾽ αἰῶνος τύχᾳ:
Χορός
πεπλήγμεθ᾽: εὔδηλα γάρ:
Ξέρξης
νέᾳ νέᾳ δύᾳ δύᾳ:
46
1010
Χορός
κύρσαντες οὐκ εὐτυχῶς.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
1014
Ξέρξης
πῶς δ᾽ οὔ; στρατὸν μὲν τοσοῦ-
τον τάλας πέπληγμαι.
1015
Χορός
τί δ᾽ οὒκ ὄλωλεν, μέγ᾽ ἄλαστε,
49
Περσᾶν;
Ξέρξης
ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
Χορός
ὁρῶ ὁρῶ.
Ξέρξης
τόνδε
50
τ᾽ ὀιστοδέγμονα—
1020
Χορός
τί τόδε λέγεις σεσωσμένον;
Ξέρξης
θησαυρὸν βελέεσσιν.
51
Χορός
βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.
Ξέρξης
ἐσπανίσμεθ᾽ ἀρωγῶν.
Χορός
Ἰάνων
52
λαὸς οὐ φυγαίχμας.
1025
1026
Ξέρξης
ἀγανόρειος: κατεῖ-
δον δὲ πῆμ᾽ ἄελπτον.
Χορός
τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
Ξέρξης
πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ.
1030
Χορός
παπαῖ παπαῖ.
Ξέρξης
καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
Χορός
δίδυμα γάρ ἐστι καὶ τριπλᾶ.
Ξέρξης
λυπρά, χάρματα δ᾽ ἐχθροῖς.
Χορός
καὶ σθένος γ᾽ ἐκολούσθη—
53
1035
Ξέρξης
γυμνός εἰμι προπομπῶν.
Χορός
φίλων ἄταισι ποντίαισιν.
1038
Ξέρξης
δίαινε δίαινε πῆμα: πρὸς δόμους δ᾽ ἴθι.
Χορός
Ξέρξης
βόα νυν
56
ἀντίδουπά μοι.
1040
Χορός
δόσιν κακὰν κακῶν κακοῖς.
Ξέρξης
ἴυζε μέλος ὁμοῦ τιθείς.
Χορός
ὀτοτοτοτοῖ.
βαρεῖά γ᾽ ἅδε συμφορά.
οἲ μάλα καὶ τόδ᾽ ἀλγῶ.
1045
1046
Ξέρξης
ἔρεσσ᾽ ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν.
Χορός
αἰαῖ αἰαῖ, δύα δύα.
Ξέρξης
βόα νυν
57
ἀντίδουπά μοι.
Χορός
μέλειν πάρεστι, δέσποτα.
Ξέρξης
ἐπορθίαζέ νυν
58
γόοις.
1050
Χορός
ὀτοτοτοτοῖ.
μέλαινα δ᾽ ἀμμεμίξεται,
59
οἴ,
60
στονόεσσα πλαγά.
1054
Ξέρξης
καὶ στέρν᾽ ἄρασσε καὶ βόα
61
τὸ Μύσιον.
Χορός
ἄνι᾽ ἄνια.
1055
Ξέρξης
καί μοι γενείου πέρθε
62
λευκήρη τρίχα.
Χορός
ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.
Ξέρξης
ἀύτει δ᾽ ὀξύ.
Χορός
καὶ τάδ᾽ ἔρξω.
1060
Ξέρξης
πέπλον δ᾽ ἔρεικε
63
κολπίαν ἀκμῇ χερῶν.
1060
Χορός
ἄνι᾽ ἄνια.
Ξέρξης
καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτισαι στρατόν.
Χορός
ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.
Ξέρξης
διαίνου δ᾽ ὄσσε.
Χορός
τέγγομαί τοι.
1065
1066
Ξέρξης
βόα νυν
64
ἀντίδουπά μοι.
Χορός
οἰοῖ οἰοῖ.
Ξέρξης
αἰακτὸς ἐς δόμους κίε.
Χορός
ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
Ξέρξης
ἰωὰ δὴ κατ᾽ ἄστυ.
1070
Χορός
ἰωὰ δῆτα, ναὶ ναί.
Ξέρξης
γοᾶσθ᾽ ἁβροβάται.
Χορός
ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
Ξέρξης
ἰὴ ἰή,
67
βάρισιν ὀλόμενοι.
1075
Χορός
πέμψω τοί σε δυσθρόοις γόοις.
Πέρσαι Perseus (Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.) — 909-931 focus
Ξέρξης
ἰώ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
910
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη
τήνδʼ ἡλικίαν ἐσιδόντʼ ἀστῶν.
εἴθʼ ὄφελεν, Ζεῦ, κἀμὲ μετʼ ἀνδρῶν
915
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
Χορός
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ περσονόμου τιμῆς μεγάλης,
κόσμου τʼ ἀνδρῶν,
920
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δʼ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου
σάκτορι Περσᾶν. ᾁδοβάται γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος,
925
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς
930
ἐπὶ γόνυ κέκλιται.
Πέρσαι (OCR draft) Experimental (Πέρσαι. Guilielmus Dindorfius, 1882.) — 909 focus
ΞΕΡΞΗΣ.
ἰὼ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
910
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν.
εἴθ᾽ ὄφελε, Ζεῦ, κἀμὲ μετ᾿ ἀνδρῶν
915
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ΧΟ.
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ Περσονόμου τιμῆς μεγάλης,
κόσμου τ᾽ ἀνδρῶν,
920
οὓς νῦν δαίμων ἐπέκειρε.
γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
Πέρσαι (OCR draft) Experimental (Πέρσαι. Gottfried Hermann, 1852.) — 909 focus
Χορός
ὀτοτοῖ, βασιλεῦ στρατιᾶς ἀγαθῆς
καὶ Περσονόμου τιμῆς μεγάλης,
κόσμου τ᾿ ἀνδρῶν,
900
οὓς νῦν δαίμων ἐπέκειρεν.
προῳδός.
γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου
σάκτορι Περσῶν· ᾅδοβάται γὰρ
118 ΑΙΣΧΥΛΟΥ
πολλοὶ φῶτες, χώρας ἄνθος,
905
τοξοδάμαντες, πάνυ γὰρ φύστις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ, αἰαῖ κέδνας ἀλκᾶς.
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.
910
Ξέρξης
στρ. α'.
ΠΕΡΣΑΙ (OCR draft) Experimental (ΠΕΡΣΑΙ. Paul Mazon, 1920-1925.) — 909 focus
ΞΕΡΞΗΣ
Ἰώ,
905
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων ;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη
910
τήνδ' ἡλικίαν ἐσιδόντ' ἀστῶν·
εἴθ' ὄφελε, Ζεῦ, κἀμὲ μετ' ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ΠΕΡΣΑΙ
ΧΟΡΟΣ
Ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
915
καὶ Περσονόμου τιμῆς μεγάλης,
κόσμου τ' ἀνδρῶν
οὓς νῦν δαίμων ἐπέκειρεν.
Γᾶ δ' αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου
920
σάκτορι Περσῶν·
ᾁδοβάται
ἀγδαβάται γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ
ταρφύς τις
γὰρ φύστις
μυριὰς ἀνδρῶν, ἐξέφθινται·
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς·
925
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.
Πέρσαι (OCR draft) Experimental (Πέρσαι. N. Wecklein, 1885.) — 909 focus
ἰώ, δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη
915
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν.
ΞΕ.
εἴθ᾽ ὄφελεν, Ζεῦ, κἀμὲ μετ᾿ ἀνδρῶν
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ΧΟ.
ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
920
καὶ Περσονόμου τιμῆς μεγάλης,
κόσμου τ᾿ ἀνδρῶν,
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δ᾽ αἰάζει τὴν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου
925
σάκτορι Περσᾶν· ἀγδαβάται γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος,
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν ἐξέφθινται.
αἰαὶ αἰαὶ κεδνᾶς ἀλκᾶς.
930
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς
ἐπὶ γόνυ κέκλιται.
ΞΕ.
1
Aeschyli Persae (OCR draft) Experimental (Aeschyli Persae. Ulrich von Wilamowitz-Moellendorff, 1914.) — 909 focus
ΞΕΡΞΗΣ
ἰώ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,
910
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾶι· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν.
εἴθ᾽ ὄφελε, Ζεῦ, κἀμὲ μετ᾿ ἀνδρῶν
915
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.
ΧΟ.
ὀτοτοῖ βασιλεῦ στρατιᾶς ἀγαθῆς
καὶ Περσονόμου τιμῆς μεγάλης
κόσμου τ᾽ ἀνδρῶν,
920
οὓς νῦν δαίμων ἐπέκειρεν.
γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξαι κταμέναν Ἅιδου
σάκτορι Περσᾶν· ἀγδαβάται γὰρ
Apparatus Criticus
παμμείκτων παμμίκτων τ᾽ om. ἀμφιλόγως ἀμφιβόλως θεότρεπτα θεόπρεπτα θεόθρεπτα πολέμοισι πολέμοις πλαγαῖσι πλαγαῖσί τε δμαθέντες δμασθέντες δαμασθέντες ἰώ ἰὼ ἰώ ἀτεκμαρτοτάτης ἀτεκμαρτοτάτας γυίων γυ(ίζων μελέων ἐσιδόντ᾽ εἰσιδόντ᾽ -δόντι ὄφελε ὄφελε(ν) ὤφελε Ζεῦ Ζεῦ Ζεύς μοῖρα μοῖρα μοίρα(ι) ὀτοτοῖ ὀτοτοῖ ὀτ(τ)οτ(τ)οί ὀτ(τ)οτοτοί βασιλεῦ βασιλεῦς ἐπέκειρεν ἀπέκειρεν γᾶ γα γαῖα ἐγγαίαν ἀγγαίαν σάκτορι σάκτορ Περσᾶn Περσών ἀγδαβάται ἀδαγβάται ἀγδοβ.
ΧΟ.
πολλοὶ φῶτες, χώρας ἄνθος,
925
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ (βασιλεῦ) κεδνᾶς ἀλκᾶς.
Ἀσία δὲ χθὼν [βασιλεῦ γαίας]
αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.
930
Translations (8)
Persians Perseus (Aeschylus, Volume 1. Smyth, Herbert Weir, translator. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922. (Modernized by Perseus.)) — 909-930 focus
Xerxes
Alas, wretched am I who have met this cruel doom
which did not give the faintest sign of its coming! In what savage mood has Fortune trampled upon the Persian race? What misery is yet in store for me, unhappy wretch? The strength of my limbs is loosened as I look upon this aged group of citizens.
910
Ah, Zeus,I wish that the doom of death had buried me, too, together with the men who have been laid low!
915
Chorus
Alas, my king, for our noble army, for the high honor of
Persia
’s rule,
and for the splendor of the men now cut off by Fate! The land bewails her native youth, slaughtered for Xerxes, who has crowded Hades with Persian slain.
920
Many warriors, masters of the bow, our country’s pride, a great multitude of men, have perished. Alas, alas, for our trusty defence! The land of
Asia
, the leading power of the earth,
925
has piteously, yes piteously, been bowed to her knees.
930
The Persians. (OCR draft) Experimental (The Persians.. Theodore Alois Buckley, 1849.) — 909 focus
CHORUS
Well-a-day, my liege! for the goodly armament, and the great honour accruing to the Persians from their vassal states, and the fair array of men, whom now the demon hath mowed down. And the land bewails her native youth that have been brought to death by Xerxes; who crams Hades with Persians. For to Hades are gone
2
many, for countless was the mass
3
, the flower of the realm vanquished with the bow, of men that have utterly perished.
XERXES
Alas! alas! alas! alas for the mighty force!
CHORUS
And the land of Asia, O monarch of the country, hath sunk piteously, piteously on her knee.
XERXES
LES PERSES (OCR draft) Experimental (LES PERSES. Paul Mazon, 1920-1925.) — 909 focus
ment clairement voulu des dieux et ployons sous les coups formidables que la guerre nous a portés sur les eaux 1 .
XERXÈS
Hélas ! infortuné, quel sort d'horreur entre
tous imprévu ai-je donc rencontré ! De quel cœur cruel le Destin s'est abattu sur la race des Perses ! Misérable, que vais-je devenir ? Je sens se rompre la force de mes membres, quand je contemple ici les vieillards de ma ville. Ah ! que
n'ai-je été, moi aussi, ô Zeus, partageant le lot de mes guerriers morts, enseveli dans le trépas
2
!
LES PERSES
tous imprévu ai-je donc rencontré ! De quel cœur cruel le Destin s'est abattu sur la race des Perses ! Misérable, que vais-je devenir ? Je sens se rompre la force de mes membres, quand je contemple ici les vieillards de ma ville. Ah ! que
n'ai-je été, moi aussi, ô Zeus, partageant le lot de mes guerriers morts, enseveli dans le trépas 2 !
LE CORYPHÉE
Hélas ! ô roi, hélas ! sur notre belle armée ! et sur le vaste éclat de la puissance perse ! sur
cette parure aussi de guerriers, aujourd'hui fauchés du Destin !
Lent et lourd.
cette parure aussi de guerriers, aujourd'hui fauchés du Destin !
LE CHŒUR
Cette terre gémit sur la jeunesse sortie d'elle, massacrée par Xerxès, le pourvoyeur d'Hadès, qu'il va gavant de Perses. Descendus chez Hadès, des hommes par
milliers, fleur de ce pays, archers triomphants, foule innombrable et compacte, ont à jamais péri — pleurez, pleurez
milliers, fleur de ce pays, archers triomphants, foule innombrable et compacte, ont à jamais péri — pleurez, pleurez
The Persians (OCR draft) Experimental (The Persians. Robert Potter, 1779.) — 909 focus
O Jove, that I
Had died with thoſe brave men that died in ſight!
CHORUS.
O thou afflicted monarch, once the lord
Of marſhal'd armies, of the luſtre beam'd
1125
From glory's ray o'er Perſia, of her ſons
The pride, the grace, whom ruin now hath ſunk
In blood!
Th' unpeopled land laments her youth
By Xerxes led to ſlaughter, till the realms
1130
Of death are gorg'd with Perſians;
for the flow'r
Of all the realm, thouſands, whoſe dreadful bows
With arrowy ſhow'r annoy'd the foe, are fall'n.
THE PERSIANS.
XERXES.
Eschilo, I Persiani: traduzione italiana di Ettore Romagnoli (OCR draft) Experimental (Eschilo, I Persiani: traduzione italiana di Ettore Romagnoli. Ettore Romagnoli, 1922.) — 909 focus
CORO
Ahi!, Sovrano, le fulgide schiere,
ahi!, l'onore supremo dei Persi,
1055
il fulgor dei guerrieri, che il Dèmone
avverso ha mietuto!
Ora piange la terra la sua
gioventú spinta a morte da Serse,
che di Persi riempie l'Averno.
1060
All'Averno discesero, il fiore
della patria, i valenti nell'arco:
una fitta miriade di genti
fu distrutta. Ahi valore, ahi possanza!
E la terra asïana, con grave,
1065
con grave rovina,
o mio Re, sul ginocchio procombe!
1
SERSE
Aeschylus, Persae: versio Latina Ioannis Sanravii (OCR draft) Experimental (Aeschylus, Persae: versio Latina Ioannis Sanravii. Ioannes Sanravius, 1555.) — 909 focus
Solutum est robur meorum membroru.hanc uerò
840
Aetatem uidens ciuium, fiue debuit Iupiter
Me cum uiris proficifcentibus mortis
Sorte occultare.
Cho.
Heu rex boni exercitus,& Perſici
Honoris, ac magni ornamenti uirorum, quos nunç
845
Prostrauit:terra uerò deplorat patriam pubem
Xerxi interfectam,ad inferos
Replendos Perfarum. Agdabatæ enim
Xer.
Arcu domantes, omnino generatio
Decem milium hominum interijt.
850
Heu heu bonum auxilium.
Cho.
Afia uerò terra, rex, terræ grauiter
Grauiter ad genu inclinata est.
Xer.
English (E. D. A. Morshead, 1908) (OCR draft) Experimental (Aeschylus, Persians — Morshead translation. Wikisource transcription; speech corresp and card milestones aligned to Smyth perseus-grc2.) — 909 focus
Alas the day, that I should fall
910
Into this grimmest fate of all,
This ruin doubly unforeseen!
On Persia's land what power of Fate
Descends, what louring gloom of hate?
How shall I bear my teen?
915
My limbs are loosened where they stand,
When I behold this aged band—
Oh God! I would that I too, I,
Among the men who went to die,
Were whelmed in earth by Fate's command!
920
Chorus
Ah welladay, my King! ah woe
For all our heroes' overthrow—
For all the gallant host's array,
For Persia's honour, pass'd away,
For glory and heroic sway
925
Mown down by Fortune's hand to-day!
Hark, how the kingdom makes its moan,
For youthful valour lost and gone,
By Xerxes shattered and undone!
He, he hath crammed the maw of hell
930
With bowmen brave, who nobly fell,
Their country's mighty armament,
Ten thousand heroes deathward sent!
Alas, for all the valiant band,
O king and lord! thine Asian land
935
Down, down upon its knee is bent!
Xerxes
German (J. J. C. Donner, 1854; OCR review) (OCR draft) Experimental (Aeschylos. Deutsch in den Versmaßen der Urschrift. Stuttgart: Hoffmann, 1854. Native Donner line citations, Smyth card correspondence, selected textual readings and metrical facsimiles. Remaining OCR differences and unattributed reading notes are documented in the linked review inventory.) — 909 focus
Weh!
Xerres.
Ich Verlorener, daß dies feindliche Loos
860
Ungeahnt mich ereilt mit zerschmetterndem Schlag!
Wie grausam wälzt sich des Schicksals Macht
Auf der Perser Geschlecht! Was beginn' ich? O Leid!
Mir schwindet erschöpft aus den Knieen die Kraft;
Denn ich sehe sie dort, die Getreuen der Stadt
865
In dem silbernen Haar: und die Jugend dahin!
Daß doch auch mich mit den Männern, o Zeus,
Die gefallen im Kampf, in die ewige Nacht
Einhüllte das Todesverhängniß!
Der Chor.
Weh, weh dir, o Fürst, um das tapfere Heer,
870
Um der Persergewalt hochstrahlenden Ruhm,
Um die Blume des Volks,
Die nun hinmähte das Schicksal !
Laut jammert das Land um die Jugend des Lands,
Die Ares erschlug, der Hades' 'Haus
875
Mit Persern erfüllt. Denn im Hades wohnt
Das unzählbare Heer und die Blüte des Volks,
Mit dem Bogen bewehrt; denn es sanken in Staub
Von dem Heldengeschlecht Myriaden dahin.
Weh, weh um die herrliche Säule des Reichs!
880
Und Asia beugt, mein König und Herr,
Schmachvoll, schmachvoll sein Knie in den Staub.
Erste Strophe.
Xerres.
Commentary
Critical apparatus to The Persians (OCR draft) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of The Persians.) focus
885.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-839
885.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-840
885.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-841
885.
mvp-aeschylus-tlg0085-tlg002-hermann1852-appcrit-lat1-842
Commentary (W. S. Teuffel; revised by N. Wecklein, 1886; German; OCR draft) (Persians, explanatory commentary pp. 43–97. Single-witness OCR; source readings and all reference placements require scan review.) focus
852-907.
mvp-aeschylus-tlg0085-tlg002-teuffel-wecklein1886-com-ger1-130
879-887.
mvp-aeschylus-tlg0085-tlg002-teuffel-wecklein1886-com-ger1-135