Dionysius Periegetes Orbis Descriptio 129

ed. Karl Müller

ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων.
Ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων,
ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα.
Δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι,
420
ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς αὐγὰς
ἑλκομένη, τὴν μέν τε Σαρωνίδα κικλήσκουσιν.
Νέρθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας,
τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο,
ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν.
425
Τῷ δʼ ἔπι Βοιωτῶν τε πέδον καὶ Λοκρὶς ἄρουρα·
Θεσσαλίη δʼ ἐπὶ τοῖσι, Μακηδονίης τε πόληες.
Ταῖς δʼ ἔπι φαίνονται κορυφαὶ χιονώδεος Λἵμου
Θρηικίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο
Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται.
430
Τῆς δʼ ὕπερ ἐς νότον εἶσι, μετὰ σκοπιήν Ἀρακύνθου,
ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)