Dionysius Periegetes Orbis Descriptio 128

ed. Karl Müller

Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ,
εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ.
Ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς
405
πρὸς βορέην,καὶ ξυνὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων·
φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος,
κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα.
Τῆς μὲν πρὸς ζεφύροιο Τριφυλίδος ἤθεα γαίης,
ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει,
410
σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο,
οἵτ’ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα·
ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει.
Καδδὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν
Ἀρκάδες Ἀπιδκνῆες ὑπὸ σκοπιὴν Ἐρυμάνθου,
415
ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέεὶ ὑγρὸς Ἰάων,

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)