Dionysius Periegetes Orbis Descriptio 130

ed. Karl Müller

σύρεται ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης,
Τρινακίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων
νήσων, ἃς καλέουσιν Ἐχινάδας, ᾗσιν ὁμούρων
435
ἕσπεται ἄλλυδις ἄλλα Κεφαλλήνων πτολίεθρα.
Τῷ δ᾿ ἔπι Φωκὶς ἄρουρα, πρὸς ἀντολίην τε κοὶ ἠῶ
ἑλκομένη βορέηνδε κατὰ στόμα Θερμοπυλάων,
Παρνησοῦ νιφόεντος ὑπὸ πτυχί· τῆς διὰ μέσσης
Κηφισοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει.
440
Τῷ πάρα Πυθῶνος θυόεν πέδον, ᾗχι δράκοντος
Δελφύνης τριπόδεσσι θεοῦ παρακέκλιται ὁλκός,
ὁλκός, ἀπειρεσίῃσιν ἐπιφρίσσων φολίδεσσι,
νηῷ ἐν ἱμερτῷ,τόθι πολλάκις αὐτὸς Ἀπόλλων,
ἢ ἀπὸ Μιλήτου ἠὲ Κλάρου ἄρτι βεβηκώς,
445
ἱστάμενος χρυσέης ἀναλύεται ἄμμα φαρέτρης.
Ἀλλʼ ὁ μὲν ἱλήκοι· σὺ δέ μοι, Διὸς, ἔννεπε, Μοῦσα,
νήσων πασάων ἱερὸν πόρον, αἵτʼ ἐνὶ πόντῳ
ἀνδράσι ναίονται, τετραμμέναι ἄλλυδις ἄλλαι.
Ἤτοι μὲν κατὰ μέσσον ὑφεσπερίων στηλάων
450
ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι,
νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο.
Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,
ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·
καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων
455
κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα.

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)