Dionysius Periegetes Orbis Descriptio 111

ed. Karl Müller

Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα.
Στεινότατος δὴ κεῖνος ἀπάντων ἔπλετο πορθμὸς
τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης,
Κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας
πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι.
145
Ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἀνδράσι Πόντος
πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων.
Τοῦ δʼ ἤτοι λοξαὶ μέν ἐπιτροχάουσι κέλευθοι,
αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ἁρόωσαι·
μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι,
150
ἡ μὲν ὑπερνοτίη; τήν τε κλείουσι Κάραμβιν,
ἡ δὲ βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης,
τήν ῥα περικτίονες Κριοῦ καλέουσι μέτωπον·
αἵτʼ ἄμφω ξυνίασιν ἐναντίαι, οὐ μὲν ἐοῦσαι
ἐγγύθεν, ἀλλ ὅσον ὁλκὰς ἐπὶ τρίτον ἦμαρ ἀνύσσαι.
155
Ἐκ τοῦ δʼ ἂν καὶ Πόντον ἴδοις διθάλασσον ἐόντα,
τόρνῳ ἐειδόμενον περιηγέος ἅμματι τόξου·
ἀλλʼ εἴη νευρῆς σημήια δεξιὰ Πόντου,
ἰθὺ διαγραφθέντα, μόνη δέ τοί ἐστι Κάραμβις,
γραμμῆς ἐκτὸς ἐοῦσα καὶ ἐς βορέην ὁρόωσα·
160
σῆμα δʼ ἔχει κεράων σκαιὸς πόρος, ὅστ’ ἐπὶ δισσὴν
εἱλεῖται στροφάλιγγα, βιοῦ κεράεσσιν ἐοικώς.
Τοῦ καὶ πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης
ἐγκέχυται. Τῇ μέν τε πέρι Σκύθαι ἀμφινέμονται,
ἄνδρες ἀπειρέσιοι, καλέουσι δὲ μητέρα Πόντου·
165
ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρίον ἕλκεται ὕδωρ
ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, ᾧ ἔνι πολλοὶ
Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου.
Τοίη μὲν μορφὴ κυαναυγέος ἀμφιτρίτης·
νῦν δέ τοι ἠπείρου μυθήσομαι εἶδος ἁπάσης,
170

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)